[Закон Христов] [Церковь] [Россия] [Финляндия] [Голубинский] [ Афанасьев] [Академия] [Библиотека]
[p. 44]
βίος καὶ πολιτεία καὶ ἀγῶνες τοῦ ὁσίου καὶ ὁμολογητοῦ Μιχαὴλ
πρεσβυτέρου καὶ συγκέλλου γεγονότος πόλεως Ὶεροσολύμων
τὰς τῶν ἀγαθῶν
ἀνδρῶν ἀναγράπτους τίθεσθαι πράξεις καὶ τὴν τούτων μνήμην τῷ μετὰ ταῦτα χρόνῳ
παραδιδόναι πρᾶγμα πολλῆς ὠφελείας τῷ βίῳ καθέστηκε πρόξενον. ζήλου γάρ τι
κέντρον ἐνίησι ταῖς τῶν φιλοθέων ψυχαῖς ἡ τῶν αὐτοῖς κατορθωθέντων διήγησις καὶ
πρὸς τὴν τῶν ὁμοίων ἐργασίαν παρακαλεῖ. ὧν εἷς ἐστι καὶ ὁ νῦν ἡμῖν εἰς διήγησιν
προκείμενος βίος, Μιχαήλ φημι τοῦ ὁμολογητοῦ καὶ συγκέλλου, ὃν ἤνεγκε μὲν ἡ ἁγία
Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλις Ὶερουσαλήμ, καὶ ὥς τι φυτὸν εὐθαλὲς καὶ ἀρεταῖς
κατάκομον ἀνεθρέψατο, ἡ περιφανὴς δὲ Κωνσταντινούπολις ὁμολογητὴν καὶ
ἀρχιμανδρίτην μονῆς τῆς Χώρας εὐμοίρησεν.
1. οὗτος τοίνυν ὁ
περιφανέστατος ἄνθρωπος τοῦ θεοῦ καὶ τῶν Ὶεροσολύμων πολίτης ἐκ τίνων μὲν ἔφυ
γονέων οὐκ ἴσμεν· οὐδὲ γὰρ ἦν ὁ τὰς κλήσεις αὐτῶν ἡμῖν ἀπαγγέλλων. Περσογενὴς δὲ
ὑπῆρχεν ἐκ προγόνων, καθὼς αὐτὸς ἐν ταῖς αὐτοῦ ἐπιστολαῖς διαγορεύων γράφει. οἱ
δὲ γεννήτορες αὐτοῦ πολύπαιδες μὲν ὑπῆρχον. οὐκ ἐτίκτετο δὲ αὐτοῖς παιδίον
ἄρρεν, καὶ οὐ μικρῶς ἠθύμουν περὶ τούτου. ἡ δὲ μήτηρ αὐτοῦ, θεοφιλὴς καὶ πιστὴ
ὑπάρχουσα, συχνοτέρως παρέβαλλε τοῖς τοῦ θεοῦ εὐκτηρίοις οἴκοις σχολάζουσα καὶ
δεομένη τοῦ θεοῦ νυκτὸς καὶ ἡμέρας, ὅπως δῴη αὐτῇ κύριος καρπὸν κοιλίας
ἀρρενικόν, καθάπερ ποτὲ τῇ τοῦ Ἐλκανᾶ Ἄννῃ, μητρὶ δὲ τοῦ τὰ ἔμπροσθεν βλέποντος
προφήτου Σαμουήλ, μονονουχὶ λέγουσα πρὸς αὐτόν· «Ἀδωναΐ κύριε Ἐλωΐ Σαβαώθ· ἐὰν
ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ἐμὴν ταπείνωσιν καὶ παράσχῃς μοι καρπὸν κοιλίας
ἀρρενικόν, σοὶ δώσω αὐτόν, ὅπως γένηται λειτουργὸς ἐναντίον σοῦ ἀεὶ προσεδρεύων
τῷ ἁγίῳ θυσιαστηρίῳ.» ὁ δὲ τῶν ὅλων θεός, ὁ βραδὺς μὲν εἰς ὀργήν, ταχὺς δὲ εἰς
ἀντίληψιν τοῖς αὐτὸν ἀνενδοιάστως ἐπικαλουμένοις, εἰσήκουσεν αὐτῆς τῶν ὀδυρμῶν
καὶ τῆς εὐχῆς αὐτῆς ἀκήκοε, καὶ παρέσχεν αὐτῇ κατὰ τὴν αὐτῆς αἴτησιν παῖδα
[p.46] ἄρρενα, ὃν καὶ ἀπογαλακτισθέντα προσέφερεν αὐτῷ δῶρον εὐπρόσδεκτον.
κατὰ γὰρ τὰς ἡμέρας ἐκείνας καθευδήσασα μετὰ τοῦ ἀνδρὸς αὐτῆς συνέλαβε
κατὰ γαστρὸς καὶ ἔτεκεν ἄρρεν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἐν τῷ τῆς
παλιγγενεσίας λουτρῷ Μιχαήλ, ὃ ἑρμηνεύεται Ϡστρατηγὸς θεοῦϠ, μονονουχὶ διαρρήδην
βοῶσα καὶ προφητεύουσα διὰ τῆς τοῦ ὀνόματος κλήσεως, καθότι ἔμελλεν ἀριστεύειν
κατὰ τῶν ἀθέων αἱρετικῶν.
2. ἀπογαλακτισθέντος δὲ τοῦ παιδὸς καὶ τριετοῦς
ἤδη γεγονότος, προσήγαγεν αὐτὸν τῷ Θεῷ κατὰ τὴν αὐτῆς ὑπόσχεσιν. μετὰ γὰρ τοῦ
ἀνδρὸς αὐτῆς καταλαβοῦσα τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀνάστασιν, προσήγαγε
τὸν υἱὸν αὐτῆς τῷ τότε τελεταρχοῦντι τῇ ἁγίᾳ Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλει καὶ
ὀρθοδόξως ἰθύνοντι τὸν ἐν αὐτῇ ἀποστολικὸν θρόνον, λέγουσα οὕτως· «δέξαι,
δέσποτα ἅγιε, καὶ προσάγαγε τῷ ἀρχιποίμενι Χριστῷ τὸν ἐξ ἐμῶν τεχθέντα
σπλάγχνων, κατατάξας αὐτὸν ἐν τῷ τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως
κλήρῳ.» καὶ ἐξεῖπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν, καὶ πῶς ὁ κύριος εἰσήκουσεν αὐτῆς
τῶν εὐχῶν, καὶ ὅπως αὐτὴ ὑπέσχετο προσάξαι τοῦτον δοτὸν τῷ θεῷ. ὁ δὲ δεξάμενος
τὴν αὐτῶν ἱκετείαν καὶ ἐπευξάμενος τῷ παιδὶ ἀπέκειρεν αὐτοῦ τὴν κόμην καὶ τέως
ἐν τῷ τῶν ἀναγνωστῶν βαθμῷ κατέταξεν τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν
Ἀναστάσεως.
λαβόντες δὲ οἱ τούτου γονεῖς τὸν αὐτῶν θεόσδοτον υἱὸν
κεκαρπωμένον καὶ κεκληρωμένον ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει
ὑπέστρεψαν ἐν τῷ αὐτῶν οἴκῳ μετὰ πολλῆς θυμηδίας. Καὶ δὴ παραδίδουσιν αὐτὸν
διδασκάλῳ, ὅπως προπαιδεύσῃ αὐτὸν τὰ τῆς προπαιδείας γράμματα. ὁ δὲ παῖς
προέκοπτε τῇ τε ἡλικίᾳ καὶ τοῖς μαθήμασι παρὰ Θεῷ καὶ ἀνθρώποις. μετὰ δὲ τὸ
ἐκπαιδευθῆναι αὐτὸν τὰ τῆς προπαιδείας γράμματα, καθὼς ἔφημεν, κατὰ πρόσταξιν
τοῦ αὐτὸν ἀποκείραντος πατριάρχου παραδίδοται εἰς τὰ τῆς γραμματικῆς καὶ
ῥητορικῆς καὶ φιλοσοφίας διδάγματα. καὶ δὴ ὡς γῆ λιπαρὰ καὶ πίων, οὕτως ἐν ὀλίγῳ
χρόνῳ ἀνεμάξατο τά τε τῆς γραμματικῆς καὶ ῥητορικῆς [p. 48] καὶ φιλοσοφίας
μαθήματα ὡς ἄλλος τῷ τότε χρόνῳ οὐδείς. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ποιητικῶν
καὶ ἀστρονομίας ὅσον τὸ κάλλιστον.
τούτων δὲ οὕτως ἐχόντων καὶ τοῦ
παιδὸς προκόπτοντος τῇ τε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι καὶ ταῖς κατὰ Θεὸν ἀρεταῖς
(οὐ γὰρ παρελείπετό ποτε τοῖς τοῦ Θεοῦ εὐκτηρίοις οἴκοις καὶ τῇ αὐτοῦ δοξολογίᾳ,
νηστείαις καὶ ἀγρυπνίαις καὶ εὐχαῖς ἑαυτὸν ἐθίζων καὶ τὸ τῆς νεότητος ἀμείλικτον
καταμαλάσσων καὶ ναὸν εὔχρηστον τῷ θεῷ ἀφιερῶν ἑαυτόν, ὅπως ἐξ ἁπαλῶν ὀνύχων
κατοικητήριον τῷ θεῷ, ὅσον ἐστὶ δυνατὸν ἀνθρώπῳ, ἑαυτὸν ποιήσῃ) τούτου δὲ οὕτως
ἀσκουμένου καὶ θεαρέστως βιοῦντος, ἦν πᾶσι ποθεινὸς καὶ ἐπέραστος, ᾀδόμενος ἐν
τοῖς ἁπάντων στόμασι διὰ τὴν ἐνάρετον αὐτοῦ πολιτείαν.
τοῦ δὲ πατρὸς
αὐτοῦ τέλει τοῦ βίου χρησαμένου καὶ τῆς τούτου μητρὸς χηρευσάσης, ἦν αὐτῷ οὐ
μικρὰ φροντὶς τὸ πῶς διοικήσῃ τὴν αὐτοῦ μητέρα καὶ τὰς αὐτοῦ ἀδελφάς. ὡς δὲ
κατενύγη οὐ μετὰ πολὺν χρόνον ἡ αὐτοῦ μήτηρ ταῖς αὐτοῦ θείαις παραινέσεσι,
βλέπουσα τὸν ἐξ αὐτῆς φύντα οὕτως ἐναρέτως βιοῦντα, ᾑρετίσατο μονάσαι σὺν ταῖς
αὐτῆς θυγατράσιν ἔν τινι τῶν μοναστηρίων τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως.
3. ὁ δὲ παμμάκαρ Μιχαὴλ μετὰ πάσης προθυμίας τοῦτο πεποίηκεν, ἀποκείρας
αὐτὴν μετὰ τῶν αὐτῆς δύο θυγατέρων, καθὼς προείπομεν, ἔν τινι μοναστηρίῳ πλησίον
τῆς ἁγίας Σιών, τῆς μητρὸς πασῶν τῶν ἐκκλησιῶν, ἀφιερώσας κτήματα πάμπολλα ἐν τῷ
αὐτῷ μοναστηρίῳ. τὰ δὲ λοιπὰ κινητά τε καὶ ἀκίνητα αὐτοῦ πεπραχὼς πράγματα καὶ
διανείμας ταῦτα πτωχοῖς μικρά τινα καὶ πάνυ ὀλίγα χρήματα εἰς ἑαυτὸν καταλιπὼν
φυγῇ ἐχρήσατο, ὥστε μὴ κρατηθῆναι αὐτὸν παρά τε ἀγχιστῶν καὶ γνωρίμων καὶ
συγγενῶν, καὶ τὸν αὐτοῦ θεάρεστον σκοπὸν εἰς πέρας ἀγαγὼν καταλαμβάνει τὴν
μεγίστην λαύραν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ καθηγητοῦ τῆς ἐρήμου Σάβα καὶ
λιπαρεῖ τὸν αὐτῆς προεστῶτα δεχθῆναι αὐτὸν καὶ καταταγῆναι ἐν τῇ αὐτοῦ ἐναρέτῳ
καὶ
[p. 50] θεοφιλεῖ συνοδίᾳ, δεδωκὼς αὐτῷ καὶ ἅπερ ἐπεφέρετο μεθ᾿ ἑαυτοῦ
χρήματα, ὥστε, καθὼς αὐτὸς βούλεται, ταῦτα διοικήσῃ. ὁ δὲ πανάριστος ἐκεῖνος
ποιμὴν κατανοήσας τό τε εὐσταθὲς καὶ ταπεινὸν καὶ φιλόσοφον τοῦ νέου (ἦν γὰρ ὡς
ἐτῶν εἴκοσι καὶ πέντε) εἶξε τῇ αὐτοῦ παρακλήσει. καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας
προσκαλεσάμενος αὐτὸν καὶ πολλὰ κατηχήσας καὶ προτρεψάμενος πρὸς τὸν τῆς
ἀσκήσεως ἐνάρετον βίον, ἀπέκειρεν αὐτοῦ τὴν κόμην καὶ συναρίθμιον πεποίηκε τῇ
αὐτοῦ ἐναρέτῳ καὶ θεοφιλεῖ συνοδίᾳ.
ὁ δὲ πατὴρ ἡμῶν καὶ μέγας Μιχαήλ,
τούτου τυχὼν τοῦ πανιέρου καὶ ἀγγελικοῦ σχήματος, οὕτως ἐπέδωκεν ἑαυτὸν πρὸς τὸν
τῆς ἀσκήσεως δρόμον καὶ τοιαύτην ἑαυτῷ ἐπέθηκε νηστείαν, ὥστε λαχάνοις μόνοις
ἀρκεῖσθαι πᾶσαν τὴν ἑβδομάδα ἄνευ ἁλός, καὶ τοῦτο κατὰ δύο ἢ καὶ τρεῖς ἡμέρας
ποιῶν. οὐκ ἤσθιεν ἐκτὸς σαββάτου καὶ κυριακῆς καὶ ἑορτῆς ἄρτον ἐπὶ δέκα καὶ ὀκτὼ
ἔτη. πάμπολλα δὲ παρὰ τοῦ αὐτοῦ καθηγητοῦ ἤγουν τοῦ τῆς μονῆς προεστῶτος
παρακαλούμενος ἐνδοῦναι μικρὸν πρὸς τὸ ἐξαρκεῖν τὸ αὐτοῦ σῶμα ἐν τῇ τοῦ θεοῦ
λειτουργίᾳ καὶ διακονίᾳ τῆς λαύρας, οὐκ ἠνείχετο, ἀλλὰ μᾶλλον προέκοπτε τῇ κατὰ
θεὸν πολιτείᾳ, καὶ τῇ νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ ταῖς παννύχοις στάσεσί τε καὶ
εὐχαῖς, ὥστε θαυμάζεσθαι αὐτὸν παρὰ πάσης τῆς ἀδελφότητος. ἐξερχομένων δὲ πάντων
τῶν πατέρων ἐν συλλογῇ τῶν μαννουθίων καὶ πάντων πρὸς ἓν φορτίον βασταζόντων,
αὐτὸς δύο φορτία ποιῶν ἐν τῷ ἀρτοκοπείῳ ἐκόμιζεν.
4. διαπρέψας δὲ ἐν πάσῃ
διακονίᾳ χρόνους δύο καὶ δέκα καὶ σχεδὸν πάντας ὑπερακοντίσας τῇ τε ὑπακοῇ καὶ
ταπεινώσει, ἀξιοῦται ψήφῳ θεοῦ καὶ τῇ τοῦ προεστῶτος προστάξει τῆς τοῦ
πρεσβυτέρου ἀξίας. παραλαβὼν γὰρ αὐτὸν ὁ προλεχθεὶς τῆς Λαύρας προεστὼς καὶ
ἀνελθὼν πρὸς τὸν ἐν ἁγίοις πατριάρχην Θωμᾶν τοὔνομα παρακαλεῖ τοῦτον, ὅπως
χειροτονίας ἀξιώσῃ τὸν πανσεβάσμιον Μιχαήλ. ὁ δὲ πατριάρχης μηδὲν μελλήσας τοῦτο
πεποίηκεν. χειροτονηθέντος δὲ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μιχαὴλ ἐν τῇ ἁγίᾳ
Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσει παρὰ τοῦ προλεχθέντος ἀρχιεράρχου, κατῆλθε σὺν
τῷ αὐτοῦ ποιμένι ἐν τῇ
[p. 52] προρρηθείσῃ Λαύρᾳ. καὶ δὴ εἴχετο τῆς προτέρας
αὐτοῦ σκληραγωγίας, μᾶλλον δὲ καὶ ἐπέτεινε τῇ τε νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ
χαμευνίᾳ καὶ ταῖς παννύχοις στάσεσι, σπουδάζων ἄξιον ἑαυτὸν τῆς ἐπιτεθείσης αὐτῷ
ἱερωσύνης καὶ ἀνεπαίσχυντον ἐργάτην παραστῆσαι τῷ παμβασιλεῖ καὶ ἀρχιεράρχῃ θεῷ
ἡμῶν.
μετὰ δὲ δύο χρόνους παρακαλεῖ τὸν αὐτοῦ προεστῶτα ὥστε δοθῆναι
αὐτῷ ἀναχωρητικὸν κελλίον πρὸς τὸ ἡσυχάσαι καὶ καταμόνας τῷ Θεῷ προσομιλεῖν. ὁ
δὲ θέλων αὐτὸν εἰς πάντα πληροφορεῖν (ἐγίνωσκε γὰρ τὴν αὐτοῦ ἐνάρετον πρόθεσιν)
δέδωκεν αὐτῷ κελλίον καὶ σπήλαιον μικρὸν ὥστε κατὰ τὴν αὐτοῦ θεάρεστον βούλησιν
ἡσυχάζειν καὶ τῷ Θεῷ προσεύχεσθαι. ἦν δὲ πάνυ ἀκτήμων ὁ πανίερος Μιχαήλ, μηδὲν
κεκτημένος τοῦ ματαίου βίου τούτου ἐν τῷ αὐτοῦ κελλίῳ εἰ μὴ ἓν χιτώνιον, ὃ
περιεβέβλητο, καὶ ψιάθιον, εἰς ὃ ἐκάθευδεν, καὶ βαυκάλιον, ἐν ᾧ τὸν ἄρτον βρέχων
ἤσθιεν, καθὼς προλέλεκται.
5. τούτων δὲ οὕτως γεγονότων καὶ τοῦ πατρὸς
ἡμῶν οὕτως ἀσκουμένου, πέμπονται αὐτῷ παρὰ θεοῦ ἡ τιμία ξυνωρὶς τῶν αὐταδέλφων,
φημὶ Θεοδώρου καὶ Θεοφάνους, τοῦ μὲν ἁγίου Θεοδώρου εἴκοσι καὶ πέντε ἐτῶν
ὑπάρχοντος, τοῦ δὲ ὁσίου Θεοφάνους εἴκοσι καὶ δύο. ἀνελθὼν δὲ ὁ πατὴρ ἡμῶν καὶ
μέγας Μιχαὴλ πρὸς τὸν τῆς Λαύρας προεστῶτα καὶ ταῦτα δῆλα τούτῳ πεποιηκὼς
προσετάχθη παρ᾿ αὐτοῦ δέξασθαι τούτους καὶ ὁδηγῆσαι ἐν τῇ κατὰ θεὸν πολιτείᾳ.
ἀποκείρας δὲ τούτους κατὰ τὴν πρόσταξιν τοῦ προεστῶτος καὶ δεδωκὼς αὐτοῖς τὸ
ἀγγελικὸν τοῦ μονήρους βίου σχῆμα, ἦν σὺν αὐτοῖς ἐκτελῶν τὴν τοῦ θεοῦ
δοξολογίαν, προβιβάζων αὐτοὺς ἐν τῇ τῆς σωτηρίας ὁδῷ, ὡς καλὸς παιδοτρίβης,
διδάξας αὐτοὺς τήν τε γραμματικὴν καὶ φιλοσοφίαν καὶ τῶν ποιητικῶν οὐκ ὀλίγα
σκέμματα, ὥστε ἐν ὀλίγῳ χρόνῳ πανσόφους ἀναδειχθῆναι τοὺς πανιέρους αὐταδέλφους
καὶ διαδραμεῖν τὴν φήμην αὐτῶν μέχρι Ϡτῶν περάτων τῆς γῆςϠ ἐκείνης, καὶ ἕως
αὐτὸν τὸν ἀποστολικὸν θρόνον καλῶς καὶ ὀρθοδόξως διέποντα. ὅστις πατριάρχης
συχνοτέρως
[p. 54] προσεκαλεῖτο πρὸς ἑαυτόν, ὁμιλίας χάριν καὶ συζητήσεως
τῶν θείων γραφῶν. καὶ ἀκούων αὐτῶν τῆς πανσόφου διδασκαλίας τὴν χύσιν, ὥσπερ
ῥεῦμα ποταμιαῖον χεόμενον, ἔχαιρε καὶ ἠγαλλιᾶτο τῷ πνεύματι, δοξάζων τὸν
φιλοικτίρμονα θεόν, τὸν ἐν ταῖς αὐτοῦ ἡμέραις τοιούτους φωστῆρας ἀναδείξαντα.
ἐθαύμαζε δὲ καὶ τὴν ἄκραν ταπείνωσιν καὶ εἰς πάντα ἐγκράτειαν τοῦ πανσόφου
Μιχαήλ, ὅτι μετὰ τοσαύτην περιουσίαν λόγου καὶ ὕψος ἀρετῆς καὶ εὐγένειαν γένους
τοσαύτῃ ταπεινώσει κατεκεκόσμητο [λεγε· κατακεκόσμητο]. οὕτως δὲ τῶν ἁγίων
ἀσκουμένων καὶ τῷ θεῷ εὐαρεστούντων διὰ τῆς καθαρᾶς αὐτῶν πολιτείας, ηὔξανέ τε
καὶ ἐπληθύνετο ὁ τοῦ θεοῦ λαὸς ἐν τῇ αὐτῶν διδασκαλίᾳ φωτιζόμενος καὶ τῇ τῶν
θείων δογμάτων ὀρθότητι. τῷ δὲ πεντηκοστῷ τῆς τοῦ μεγάλου Μιχαὴλ ἡλικίας χρόνῳ
κατὰ ἀποκάλυψιν θεοῦ ὁ προλεχθεὶς πατριάρχης Θωμᾶς καθίστησι τὸν μακάριον καὶ
μέγαν Μιχαὴλ σύγκελλον ἑαυτοῦ. ὅθεν καὶ μεταστήσας τοῦτον ἐκ τοῦ προλεχθέντος
ἀναχωρητικοῦ κελλίου ἤγαγεν αὐτὸν ἐν τῇ ἁγίᾳ Ἀναστάσει Χριστοῦ τοῦ θεοῦ ἡμῶν
μετὰ καὶ τῶν αὐτοῦ δύο φοιτητῶν, Θεοδώρου φημὶ καὶ Θεοφάνους, δεδωκὼς αὐτοῖς
κατοικίαν ἐν τῇ μονῇ τῶν Σπουδαίων, τῇ κτισθείσῃ παρὰ τοῦ ἁγιωτάτου πατριάρχου
Ὴλία πλησίον τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως. μετ᾿ οὐ πολλὰς δὲ
ἡμέρας λαβὼν τοὺς μαθητὰς αὐτοῦ (τοῦ πανσόφου λέγω Μιχαήλ) Θεόδωρον καὶ
Θεοφάνην, πρεσβυτέρους ἐχειροτόνησεν τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν Ἀναστάσεως.
καὶ ἦσαν τοῦ λοιποῦ ἀχώριστοι ὅ τε Μιχαὴλ καὶ ὁ προλεχθεὶς ἁγιώτατος πατριάρχης
Θωμᾶς.
6. εἶχεν δὲ ἐκ πολλοῦ τοῦ χρόνου ὁ πανόσιος καὶ μέγας Μιχαὴλ
ἔφεσιν καὶ ἦν δεόμενος τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας, ὥστε εἰ ἀρεστὸν αὐτῷ ἐστιν,
ἀξιωθῆναι αὐτὸν τῆς προσκυνήσεως τῶν ἁγίων λειψάνων τῶν κορυφαίων ἀποστόλων,
Πέτρου καὶ Παύλου, τῶν μαρτυρησάντων ἐν τῇ μεγίστῃ τῶν πόλεων Ῥώμῃ ἐπὶ Νέρωνος
τοῦ ἐν αὐτῇ ἀσεβῶς βασιλεύσαντος. ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἀνέστησάν τινες ἐκ
τοῦ ἔθνους τῶν Φράγγων, ἱερεῖς καὶ μονάζοντες, λέγοντες ἐν τῷ θείῳ συμβόλῳ τὸ
ἐκτεθὲν παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, τῶν ἐν τῇ
[p. 56] δευτέρᾳ
συνόδῳ συναθροισθέντων ἐν Κωνσταντινουπόλει κατὰ τοῦ ἀθεωτάτου Μακεδονίου, τοῦ
εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημῆσαι τολμήσαντος, ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ
Μεγάλου· Ϡκαὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ πατρὸς
καὶ τοῦ υἱοῦ ἐκπορευόμενον.Ϡ ὅθεν οὐ μικρῶς ἐτάραξαν τὴν μεγαλόπολιν Ῥώμην,
ἀνθισταμένου τοῦ τότε τελεταρχοῦντος πάπα τῆς τῶν Ῥωμαίων μεγαλουπόλεως καὶ μὴ
καταδεχομένου προστεθῆναί τι, ὃ οὐκ ἐρρέθη παρὰ τῆς τῶν θείων πατέρων ὁμηγύρεως
ἐν τῷ θείῳ συμβόλῳ. οὗτινος πάπα ἐπιστολαῖς χρησαμένου πρὸς τὸν μέγαν πατριάρχην
Θωμᾶν τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως, τοῦ βοηθῆσαι τῇ αὐτοῦ ἐκκλησίᾳ
κινδυνευούσῃ ἐξαποστεῖλαι αὐτῷ ἐκ τοῦ αὐτοῦ ἀποστολικοῦ καὶ ἱερατικοῦ θρόνου
τινὰς λόγῳ καὶ σοφίᾳ κατακεκοσμημένους, πρὸς τὸ ἀντιπαρατάξασθαι τοὺς κακῶς
ἐθελοφρονήσαντας περὶ τῆς προσθήκης τῆς ἐν τῷ θείῳ συμβόλῳ προστεθείσης παρὰ τῶν
Φράγγων, καθὼς ὁ μέγας Μιχαὴλ ἐν ταῖς αὐτοῦ θείαις ἐπιστολαῖς ταῖς πεμφθείσαις
παρ᾿ αὐτοῦ πρὸς τοὺς ἐν Σικελίᾳ ὄντας ὀρθοδόξους μοναχοὺς διηγούμενος γράφει.
ὅθεν ὁ προλεχθεὶς ἁγιώτατος πατριάρχης Θωμᾶς, συμβούλιον ποιήσας μετὰ τῆς αὐτοῦ
ὀρθοδόξου καὶ ἁγίας συνόδου καὶ τῆς τῶν θείων πατέρων ὁμηγύρεως τῶν ἐν τῇ ἐρήμῳ
οἰκούντων τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως, ἐψηφίσαντο πάντες ὁμοθυμαδόν,
ὥστε ἀποσταλῆναι τὸν μέγα καὶ ἅγιον Μιχαὴλ πρὸς τὸν προλεχθέντα πάπαν ἐν τῇ
μεγάλῃ τῶν πόλεων Ῥώμῃ, ἅτε δυναμένου αὐτοῦ συγκροτῆσαι τὴν τοῦ Θεοῦ ἐκκλησίαν
καὶ φιμῶσαι τὰ τῶν ἀθέων Φράγγων ἀπύλωτα στόματα καὶ διδάξαι τούτους ὀρθολεκτεῖν
τὴν ἀλήθειαν καὶ μὴ ὑπερφρονεῖν, παρ᾿ ὃ δεῖ φρονεῖν, καὶ ἕπεσθαι τῇ τῶν ἁγίων
πατέρων ἀκριβεῖ διδασκαλίᾳ τῇ ἐκφωνηθείσῃ παρὰ τῆς τοῦ ἁγίου ἐμπνεύσεως
πνεύματος, τὸ Ϡἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον.Ϡ
συνέβη δὲ ἐν ταῖς αὐταῖς ἡμέραις
χρηματικήν τινα μεγίστην ζημίαν γενέσθαι παρὰ τῶν ἀθέων Ὰγαρηνῶν τῇ ἁγίᾳ Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει καὶ ταῖς λοιπαῖς τοῦ θεοῦ ἐκκλησίαις ταῖς οὔσαις ἐν τῇ
ἁγίᾳ Ὶερουσαλήμ, ὥστε μὴ ἰσχύειν τὴν τοιαύτην χρηματικὴν ζημίαν [p. 58]
ἀποδοῦναι τοὺς ἐν αὐτῇ τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλει οἰκοῦντας. τούτων
ἕνεκεν τῶν δύο αἰτιῶν συνεῖδον ὅ τε πατριάρχης καὶ ἡ ἁγία αὐτοῦ σύνοδος
ἀποστεῖλαι τὸν πανόσιον αὐτοῦ Μιχαὴλ πρὸς τὸν προλεχθέντα πάπαν, ὅπως καὶ τοὺς
κακῶς δογματίσαντας περὶ τοῦ θείου συμβόλου καταπαύσῃ καὶ περὶ τῆς χρηματικῆς
ζημίας τῆς ἐπιτεθείσης τῇ ἁγίᾳ Ἀναστάσει ἀπαγγείλῃ τῷ Χριστοῦ ἱεράρχῃ, ἵν᾿ ὅπως
χεῖρα βοηθείας ὀρέξῃ κινδυνευούσῃ τῇ τοῦ Θεοῦ πόλει. ὅθεν ἐπιστολῆς γενομένης
πρὸς τὸν προλεχθέντα πάπαν παρὰ τοῦ ἁγιωτάτου πατριάρχου καὶ τῆς ἁγίας συνόδου
καὶ τῶν πατέρων περὶ τοῦ θείου συμβόλου καὶ τῆς ἐπιτεθείσης ζημίας, συνεῖδον καὶ
πρὸς τὸν ἐν Κωνσταντινουπόλει πατριαρχοῦντα Θεόδοτον τοὔνομα, ὄντα ἔξαρχον τῆς
τῶν εἰκονοκαυστῶν αἱρέσεως, καὶ πρὸς τὸν βασιλέα Λέοντα, τῷ γένει Ἀρμένιον,
ἐπιστολὴν ἀποσταλῆναι, ἴσως [λεγε· εἴ πως] ἰσχύσωσι καὶ τούτους μεταστρέψαι ἐκ
τῆς τῶν εἰκονομάχων αἱρέσεως καὶ προσαγαγεῖν τῇ καθολικῇ καὶ ἀποστολικῇ καὶ
ὀρθοδόξῳ ἐκκλησίᾳ. τοῦτο δὲ ἦν ἐν ταῖς ἀρχαῖς τῆς αὐτοῦ βασιλείας τοῦ
προλεχθέντος Λέοντος. ἔμελλεν γὰρ ἐκεῖθεν τὴν πορείαν ποιεῖσθαι ὁ μέγας Μιχαήλ,
κατερχόμενος πρὸς τὸν ἐν ἁγίοις πάπαν ἐν τῇ μεγάλῃ τῶν πόλεων Ῥώμῃ, ὅπως ἐν
ἀπολαύσει γένηται καὶ τῶν ἐν τῇ θεοστέπτῳ καὶ βασιλίδι τῶν πόλεων τοῦ Θεοῦ
εὐκτηρίων οἴκων.
7. ὁ γὰρ ἐν ἁγίοις καὶ ὁμολογητὴς Θεόδωρος ὁ τῶν
Στουδίων, ὢν ὑπερόριος ἐν τῇ ἀνατολῇ ἐπὶ Νικηφόρου τοῦ βασιλέως, ἐπιστολὴν
πέπομφε πρὸς τὸν προλεχθέντα ἀρχιτελετάρχην τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν
πόλεως, πρὸς τοῦ βοηθῆσαι καὶ συνεπαμύνασθαι αὐτῷ τῇ κατὰ Κωνσταντινουπόλει τοῦ
θεοῦ ἐκκλησίᾳ κινδυνευούσῃ παρὰ τῶν ἀθέων καὶ εἰκονομάχων αἱρετικῶν. ταύτης
ἕνεκα τῆς αἰτίας τὴν ἐπιστολὴν ἐποιήσαντο πρὸς τὸν προλεχθέντα Θεόδοτον
πατριάρχην, μᾶλλον δὲ φατριάρχην, καὶ τὸν ἄνακτα Λέοντα, τοῦτο μὲν
ἐπιστομίζοντες, τοῦτο δὲ καὶ νουθετοῦντες ἀποστῆναι τῆς μυσαρᾶς τῶν
εἰκονοκαυστῶν αἱρέσεως.
[p. 60]
8. ὁ δὲ πατὴρ ἡμῶν καὶ μέγας Μιχαήλ,
μὴ γινώσκων παρακούειν, μᾶλλον δὲ καὶ ὡς ἐκ Θεοῦ δεξάμενος τὴν τοιαύτην παρὰ τῶν
ἁγίων πατέρων κέλευσιν, καὶ ὡς ἐκ πολλοῦ ἦν εὐχόμενος, ὥστε καταξιωθῆναι αὐτὸν
τῆς τῶν κορυφαίων ἀποστόλων προσκυνήσεως, εὐχὴν μετ᾿ αὐτῶν ποιησάμενος καὶ λαβὼν
παρ᾿ αὐτῶν πρόθεσιν καὶ οἱονεὶ συνταξάμενος αὐτοῖς ἐξῆλθε τῆς ἁγίας Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν πόλεως μετὰ τῶν αὐτοῦ μαθητῶν, Θεοδώρου φημὶ καὶ Θεοφάνους, καὶ ἑτέρου
τινὸς τῶν Σπουδαίων Ἰὼβ τοὔνομα, μαρτυρουμένου παρὰ πολλῶν ἐν τῇ κατὰ Θεὸν
ἀκριβεῖ πολιτείᾳ, προπεμφθεὶς παρὰ τοῦ ἐν ἁγίοις πατριάρχου καὶ τῶν αὐτοῦ
ἱεραρχῶν, καὶ τῆς τῶν ἁγίων πατέρων συνόδου, μέχρι Διοσπόλεως καὶ Λύδδης. καὶ
τούτους ἀσπασάμενος καὶ τὸ τελευταῖον χαίρειν εἰπὼν ἤρξατο τῆς ὁδοιπορίας.
καὶ δὴ διερχόμενος ἐν τῇ πόλει Σελευκείας, εὗρεν ἐκεῖσέ τινας μοναχοὺς
ἀνθισταμένους καὶ μὴ κοινωνοῦντας μήτε μήν καταδεχομένους τῇ κατὰ Νίκαιαν ἑβδόμῃ
συνόδῳ, τῇ συναθροισθείσῃ ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης, τῆς αὐτοῦ μητρός, τῶν
θεοστέπτων βασιλέων, καὶ Ταρασίου πατριάρχου, οὔτε μὴν ἀναφέροντας ἐν τοῖς
ἱεροῖς διπτύχοις τοὺς ἁγίους καὶ ὁμολογητὰς καὶ μεγάλους πατριάρχας Ταράσιον καὶ
Νικηφόρον. ὅθεν τῇ πανσόφῳ αὐτοῦ διδασκαλίᾳ καὶ τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι
ἔπεισε τούτους συνθέσθαι καὶ κοινωνῆσαι τῇ ἁγίᾳ συνόδῳ. οὐ μόνον δὲ τούτους
πέπεικε συνθέσθαι τῇ ἁγίᾳ συνόδῳ καὶ τῇ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ
ἐκκλησίᾳ, ἀλλὰ καὶ πᾶσιν, οἷς ἂν ἔλαχε κατὰ τὴν ὁδὸν τούτῳ προσομιλῆσαι, λέγων
πᾶσι καὶ διαβεβαιούμενος ὅτι ἡ τοῦ Θεοῦ ἐκκλησία ἡ ἐν Ὶεροσολύμοις καὶ ὁ ταύτης
τελετάρχης σὺν τοῖς αὐτοῦ ἀρχιεράρχαις καὶ τῆς ἐρήμου πατράσι καὶ ἀπεδέξατο καὶ
συνῄνεσε καὶ συντέταχεν ἐν τοῖς ἱεροῖς διπτύχοις τὴν ἁγίαν καὶ οἰκουμενικὴν
ἑβδόμην σύνοδον μετὰ τῶν πρὸ αὐτῆς ἓξ ἁγίων καὶ οἰκουμενικῶν συνόδων, καὶ τοὺς
ταύτης ἀρχιεράρχας Ταράσιον καὶ Νικηφόρον ὡς ὁμοτρόπους καὶ ὁμογνώμονας
ἀπεδέξατο καὶ ὡμολόγησεν. ὅθεν τούτων ἀκούσαντες καὶ πληροφορηθέντες, συνῄνεσαν
πάντες καὶ ἐκοινώνησαν τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ ἑβδόμῃ συνόδῳ.
[p.
62]
9. οὐ μέντοι διέλαθε τοῦτο τῷ ἀσεβεῖ καὶ θεομάχῳ καὶ θηριωνύμῳ ἄνακτι,
καὶ τῷ τούτου ἱεράρχῃ, μᾶλλον δὲ αἱρεσιάρχῃ, Θεοδότῳ. ὅθεν καὶ ἔβρυχον κατ᾿
αὐτοῦ τοὺς ὀδόντας. ὡς δὲ εἰσῆλθεν ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν καὶ τῆς εὐσεβείας
ἀγωνιστὴς Μιχαὴλ ἐν τῇ πανευδαίμονι Κωνσταντινουπόλει μηνὶ μαῒῳ ἰνδ. ζ᾿ σὺν τοῖς
αὐτοῦ μαθηταῖς καὶ δῆλα τὰ κατ᾿ αὐτὸν τῷ τε βασιλεῖ καὶ τῷ πατριάρχῃ Θεοδότῳ
πεποίηκε, τέως τὸν δόλον ἀπέκρυψαν τὸν κατὰ τῶν ἁγίων. δεξάμενοι δὲ τὴν
ἐπιστολὴν ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ ἀναγνόντες οὐ μόνον οὐδὲν
ὠφελήθησαν τοῦ συνθέσθαι τῇ ἀληθείᾳ, ἀλλὰ καὶ μᾶλλον εἰς τὸ χεῖρον ἐξήφθησαν.
καὶ δὴ κελεύουσι τὸν ἐν ἁγίοις πατέρα ἡμῶν καὶ μέγαν Μιχαήλ, ἐν τῇ τῆς Χώρας
μονῇ καταλῦσαι σὺν τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀνάπαυλαν ἐκ τῶν τῆς ὁδοιπορίας πόνων
δέξασθαι, ὁρίσαντες τὴν αὐτῶν διατροφὴν ἐκ τῶν βασιλικῶν ταμιείων χορηγεῖσθαι.
10. μετὰ δὲ ὀλίγας ἡμέρας τῆς αὐτοῦ παρουσίας ἀποστείλας ὁ βασιλεὺς
προσεκαλέσατο τὸν ἅγιον Μιχαὴλ ἐν τῷ παλατίῳ σὺν τοῖς αὐτοῦ μαθηταῖς, ἐν τῷ
λεγομένῳ Χρυσοτρικλίνῳ, παρούσης καὶ τῆς συγκλήτου. εἰσελθόντες δὲ οἱ ἅγιοι καὶ
θεοφόροι πατέρες ἔστησαν ἔμπροσθεν τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς πρὸς αὐτοὺς ἔφη·
«τίς ἡ αἰτία, πατέρες ἅγιοι, δι᾿ ἣν ἐσκύλητε πρὸς τὴν τοῦ κράτους ἡμῶν
μετριότητα» ἀποκριθεὶς δὲ ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Μιχαὴλ λέγει τῷ βασιλεῖ· «ὁ τὸν
ἀρχιερατικὸν θρόνον ἐπέχων τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, ὁ ἁγιώτατος
πατριάρχης, ἀπέστειλεν ἡμᾶς πρὸς τὴν τοῦ κράτους ὑμῶν γαληνότητα, σὺν τῇ κατ᾿
αὐτὸν ἁγίᾳ συνόδῳ καὶ τῶν τῆς ἐρήμου πατέρων, ὑπομνῆσαι τὴν θεοκυβέρνητον ὑμῶν
βασιλείαν ἕνεκεν τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ
τοῦ ὀρθοδόξου λαοῦ, ὅπως κελεύσῃ ἡ σὴ θειότης τὴν τῶν ἁγίων εἰκόνων ἀνατύπωσιν
μετὰ παρρησίας εἰκονίζεσθαί τε καὶ προσκυνεῖσθαι ὑπὸ πάντων ἀκωλύτως, καθὼς καὶ
ἡ παρ᾿ αὐτῶν σοι ἀποσταλεῖσα ἔγγραφος ἐπιστολὴ περιέχει.»
[p. 64]
11.
ὁ δὲ βασιλεὺς ἐκέλευσεν ἐνεχθῆναι τὴν ἐπιστολὴν καὶ ἐπαναγνωσθῆναι εἰς ἐπήκοον
πάντων. ἤχθη δὲ ἡ πεμφθεῖσα ἐπιστολὴ παρὰ τοῦ ἁγιωτάτου πατριάρχου Ὶεροσολύμων
ἐν Κωνσταντινουπόλει τῷ πατριάρχῃ Θεοδότῳ καὶ τῷ βασιλεῖ Λέοντι, καὶ εἶχεν ἐπὶ
λέξεως οὕτως· «τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑνὸς τῆς
ὑπερουσίου καὶ ζωαρχικῆς τριάδος, τοῦ σὺν πατρὶ καὶ πνεύματι ἐκ μὴ ὄντων τόνδε
τὸν κόσμον εἰς τὸ εἶναι παραγαγόντος, καὶ κατ᾿ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν ἐκ γῆς
ἰδίᾳ χειρὶ πλαστουργήσαντος τὸν ἄνθρωπον, ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν διὰ τὴν ἡμῶν
σωτηρίαν ἐκ παρθένου τεχθέντος καὶ ἐνανθρωπήσαντος καὶ ἐνδυσαμένου τὸν παλαιὸν
Ἀδάμ, τὸν φθόνῳ διαβόλου καὶ γυναικὸς ἀπάτῃ ἐξόριστον γενόμενον ἐκ τῆς τοῦ
παραδείσου διαίτης καὶ ὑπόδικον τῷ πονηρῷ δαίμονι γεγονότα, ὅπως ἀνασώσῃ καὶ
ἀνεγείρῃ τὴν αὐτοῦ εἰκόνα συγχωσθεῖσαν τοῖς πάθεσιν, καὶ διὰ τοῦτο πάντα
ὑπομείνας, σταυρόν τε καὶ θάνατον καὶ τἄλλα πάντα, ὅσα ἡ τῶν θείων εὐαγγελίων
περιέχει βίβλος. τούτου τοίνυν τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
ἐξ ἀρχῆς καὶ ἄνωθεν τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους νομοθετοῦντος, ποιῆσαι ἐκέλευσε δύο
χερουβεὶμ κατασκιάζειν τὸ ἱλαστήριον τῆς δόξης τοῦ θεοῦ. ἀλλὰ καὶ ἡ σκηνὴ τοῦ
μαρτυρίου εἰκόνα ἔφερε τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. ὡσαύτως καὶ οἱ
προφῆται ἃ ἐθεάσαντο, Ἠσαῒας, Ὶερεμίας, Δανιήλ, Ἰεζεκιὴλ καὶ πάντες, εἰκόνες καὶ
τύποι ἦσαν τῆς ἀληθείας. αὐτὸς δὲ ὁ τῶν ὅλων θεός, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός,
οὐχὶ εἰκὼν καὶ ἐκσφράγισμα τοῦ ἀοράτου θεοῦ καὶ πατρὸς λέγεταί τε καὶ ἔστι καὶ
πιστεύεται τί δαὶ καὶ οἱ ἅγιοι καὶ πανσεβάσμιοι ἀπόστολοι οὐχὶ καὶ αὐτοὶ
φαίνονται εἰκόνας ποιήσαντες, ἀλλὰ καὶ σεπτῶς προσκυνήσαντες καὶ τιμήσαντες οὐχ
ὁ πρῶτος τῆς ἐκκλησίας ποιμὴν καὶ διδάσκαλος, ᾧ τὰς κλεῖς τῆς βασιλείας Χριστὸς
ἐνεπίστευσε, καὶ ποιμαίνειν καὶ βόσκειν τὰ αὐτοῦ λογικὰ πρόβατα παρεκελεύσατο,
τῷ τρισσῷ τῆς ἐρωτήσεως τὸ τρισσὸν τῆς ἀρνήσεως ἰασάμενος, οὐχὶ καὶ
[p. 66]
αὐτὸς φαίνεται Παγκρατίῳ τῷ αὐτοῦ μαθητῇ δεδωκὼς δύο εἰκόνας, τοῦ τε Χριστοῦ καὶ
τῆς αὐτοῦ μητρὸς τῆς εὐλογημένης Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, παρεγγυήσας
αὐτῷ ἐξεικονίζειν πᾶσαν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ ἀληθινοῦ ἡμῶν θεοῦ ἐν τῇ
ἁγίᾳ ἐκκλησίᾳ ἀπό τε τῆς τοῦ ἀγγέλου πρὸς τὴν πάρθενον λεχθείσης φωνῆς, τό
Ϡχαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,Ϡ μέχρι τῆς αὐτοῦ ἀναλήψεως καὶ τῆς τοῦ
ἁγίου πνεύματος παρουσίας, ὥστε δύνασθαι καὶ τὸν ἰδιώτην καὶ ἀγράμματον ἐκ τῆς
τῶν ἁγίων εἰκόνων στηλογραφίας κατανοεῖν, ὅσα ἀνθ᾿ ἡμῶν καὶ τῆς ἡμῶν σωτηρίας
ᾠκονόμησεν ὁ προαιώνιος Θεός, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ποιῆσαί τε καὶ παθεῖν
τί δαὶ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς, οὐχὶ καὶ αὐτὸς φαίνεται πρῶτος στηλογραφήσας
τὴν σαρκομοιόμορφον εἰκόνα Χριστοῦ τοῦ θεοῦ καὶ τῆς αὐτοῦ μητρός, ἥτις καὶ μέχρι
τοῦ νῦν σώζεται ἔν τε τῇ μεγάλῃ Ῥώμῃ καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἡμῶν πόλει τί δὲ
λέγωμεν προφήτας καὶ ἀποστόλους Αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεός, Ἰησοῦς ὁ Χριστός,
ἡ εἰκὼν τοῦ ἀοράτου πατρός, οὐχὶ καὶ αὐτὸς ῥάκος περιθεὶς τῇ ἑαυτοῦ ὄψει καὶ
ἀναμάξας τὴν αὐτοῦ τῆς σαρκὸς εἰκόνα, Ἀβγάρῳ τῷ πιστοτάτῳ τοπάρχῃ πόλεως Ἐδέσης
πέπομφε διὰ τοῦ αὐτοῦ οἰκέτου ἥτις καὶ μέχρι τοῦ νῦν σώζεται ἐν τῇ αὐτῇ πόλει
καὶ ταῦτα μὲν διεξήλθομεν, δεῖξαι πειρώμενοι ὡς ὅτι οὐχὶ νεαρὰ καὶ πρόσφατός
ἐστὶν ἡ τῶν εἰκόνων ἀνατύπωσις, ἀλλά γε μὴν ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδοθεῖσα καὶ
πιστευθεῖσα ἔν τε τῇ παλαιᾷ καὶ νέᾳ διαθήκῃ. ὅθεν δυσωποῦμεν τὸ ὑμέτερον κράτος,
ὅπως ἀποστῇ τῆς νεαρᾶς ταύτης καὶ μυσαρᾶς τῶν εἰκονοκαυστῶν αἱρέσεως, καὶ
κοινωνοὶ γένησθε τῆς πατροπαραδότου ἁγίας καὶ ἀποστολικῆς πίστεως, καὶ ἀπολάβῃ ἡ
τοῦ θεοῦ ἐκκλησία τὴν ἰδίαν εὐκοσμίαν τῆς τῶν θείων εἰκόνων ἀνατυπώσεως, κὰι μὴ
αἰωνίῳ καὶ ἀτελευτήτῳ ἀναθέματι περιβάλλησθε, ἀλλ᾿ εἴξαντες τῇ ἡμῶν παρακλήσει,
ἐν ὀρθοδόξῳ καὶ ἀσφαλεῖ πίστει τελειωθήσεσθε, καὶ εἰς τὰς Ϡαἰωνίους σκηνὰςϠ μετὰ
τῶν προφητῶν καὶ ἀποστόλων, μαρτύρων τε καὶ δικαίων ἀγαλλιαθήσεσθε, αἰωνίαν
λύτρωσιν εὑράμενοι.»
[p. 68]
12. τούτων δὲ εἰς ἐπήκοον πάντων
ἀναγνωσθέντων, θυμομαχήσας ὁ βύθιος δράκων καὶ λεοντώνυμος θήρ, ὁ ἀνάξιος τῆς
βασιλικῆς ἁλουργίδος, οὐ μετρίως τούτους τυφθῆναι καὶ ἐναποκλείστους γενέσθαι ἐν
τῇ τῆς Φιάλης εἱρκτῇ ἐκέλευσε, πάμπολλα κατηγορήσας καὶ ἀναθέμασι περιβαλὼν τόν
τε ἁγιώτατον πατριάρχην καὶ τὴν αὐτοῦ ἁγίαν καὶ ἀποστολικὴν σύνοδον, οὐ μὴν ἀλλὰ
καὶ τὴν τῶν ἁγίων πατέρων ὁμήγυριν, ὡς ἅτε αἱρετικοὺς καὶ εἰδωλολάτρας ὄντας καὶ
μὴ ὀρθῶς φρονοῦντας. Ϡοὐ μόνον δὲ ἀλλὰ καὶ ἡμᾶς ἀναγκάζοντας εἰδωλολατρεῖν,Ϡ
τοῦτο προσειπών. ὡς δὲ ἐναπόκλειστοι γεγόνασιν οἱ ἅγιοι καὶ θεοφόροι πατέρες,
εὐχαριστηρίους ᾠδὰς ἀνέπεμπον Χριστῷ τῷ θεῷ, τῷ τούτους ἀξιώσαντι ὑπὲρ αὐτοῦ καὶ
τῆς αὐτοῦ εἰκόνος τοιαῦτα παθεῖν, ἱκέτευον δὲ καὶ μέχρι τέλους ὑπομονὴν δοθῆναι
καὶ παρρησίαν αὐτοῖς, ὅπως καταισχύνωσι τὸν ἀπηνῆ καὶ μισόχριστον
τύραννον.
ἡμερῶν δὲ διαγενομένων οὐκ ὀλίγων καὶ ἀσίτων διατελούντων τῶν
ἁγίων καὶ μὴ θελόντων δέξασθαί τι βρώσιμον παρὰ τῶν τοῦ ἀνηλεοῦς τυράννου
ὑπηρετῶν, ὡς ἅτε αἱρετικῶν αὐτῶν καὶ μισοχρίστων ὄντων, καίπερ πολλὰ τοῦ
βασιλέως πέμψαντος αὐτοῖς, φοίνικάς τε καὶ ἰσχάδας, καὶ ὅσα πρὸς τροφὴν
ἐπιτήδεια ἀσκητῶν ἐγίνωσκεν εἶναι, οὐκ ἐδέξαντο, τὸ τοῦ ἱεροψάλτου Δαυὶδ λόγιον
πρὸς αὐτὸν εἰπόντες, τὸ φάσκον· Ϡἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου,Ϡ
αἱρούμενοι λιμῷ φθαρῆναι ἤ τι αὐτῶν ἀπογεύσασθαι.
13. ὁ δὲ βασιλεὺς διά
τινος λογίου δυναμένου λέγειν τε καὶ ἀκούειν, οὗ τὸ ὄνομα ἑκὼν ὑπερβήσομαι,
ἐδήλωσεν αὐτοῖς λέγων· «ἵνα τί ἡ ὑμῶν ἀρετὴ καὶ φιλόσοφος γνώμη βουλῇ κακῇ
χρωμένη ἐν ἀπωλείᾳ γενέσθαι σπεύδει, μὴ πειθομένη ὀρθοδόξῳ συνόδῳ τῇ καθελούσῃ
καὶ ἐξεωσάσῃ ἐκ τῆς τοῦ θεοῦ ἐκκλησίας τὴν τῶν εἰδώλων προσκύνησιν ἢ οὐκ
ἀκηκόατε τοῦ Δαυὶδ λέγοντος περὶ τῶν τοιούτων εἰδώλων, ὅτι Ϡστόμα ἔχουσι καὶ οὐ
λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ὦτα
[p. 70] ἔχουσι καὶ οὐκ
ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσι καὶ οὐ
ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι
αὐτῶν.Ϡ οὐχὶ καὶ τὰ ὑμῶν σεβάσματα τοιαῦτά εἰσιν. ὅθεν παραινῶ ὑμᾶς· πείσθητέ
μοι καὶ κοινωνήσατε τῇ καθολικῇ ἐκκλησίᾳ. καὶ τιμὰς οὐ τὰς τυχούσας λήψεσθε, καὶ
ποιήσω ὑμᾶς ἀρχιερεῖς εἰς ὑπερέχοντας θρόνους. καὶ μὴ κακῶς ἀπολέσθαι θελήσητε.»
ὡς δὲ τοῦτο ἤκουσαν οἱ ἀληθῶς ὀρθόδοξοι καὶ ὁμολογηταὶ ἡμῶν πατέρες,
ἠλάλαξαν φωνῇ μεγάλῃ καὶ εἶπον· «μὴ γένοιτο ἡμῖν ἀρνήσασθαι ἐν εἰκόνι
περιγραπτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ τὴν αὐτοῦ μητέρα ἢ τοὺς αὐτοῦ
ἁγίους.» τὰς δὲ χεῖρας αὐτῶν ὑπολακήσαντες [λεγε· ὑπολακίσαντες], εἶπον· «εἰς
τοσοῦτον ἐκχεθήτω ἡμῶν τὸ αἷμα. οὕτως εἰπὲ τῷ ἀποστείλαντί σε αἱρετικῷ καὶ
ἀπηνεῖ τυράννῳ· τύπτε, ἐξόριζε. σφάττε, ποίει ὅ τι ἂν θέλῃς καὶ βούλῃ· οὐδὲν
ἄλλο ἐξ ἡμῶν ἀκούεις ἢ ὅτι προσκυνοῦμεν καὶ σεβόμεθα καὶ ἀσπαζόμεθα καὶ τιμῶμεν
τὴν εἰκόνα Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῆς αὐτοῦ μητρὸς καὶ τῶν αὐτοῦ ἁγίων, καὶ
ὑπὲρ αὐτοῦ προθύμως ἀποθανούμεθα.» ὁ δὲ κάκιστος ὑπηρέτης τοῦ παμπονήρου
βασιλέως ἀπελθὼν λέγει τῷ βασιλεῖ· «ἡττήμεθα, βασιλεῦ, ἡττήμεθα· μείζους γὰρ τῶν
ἀπειλῶν οἱ ἄνδρες.»
14. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας ἐκέλευσε τὸν μὲν
ἅγιον Μιχαὴλ μετὰ καὶ Ἰὼβ ἐναποκλείστους μεῖναι ἐν τῇ εἱρκτῇ, τοὺς δὲ ἁγίους
Θεόδωρον καὶ Θεοφάνην, τοὺς αὐτοῦ μαθητάς, ἐξορίστους γενέσθαι ἐν τῇ νήσῳ
Ἀφουσίᾳ. Τούτου δὲ γενομένου καὶ ἐν ἐξορίᾳ παραπεμφθέντων τῶν ἁγίων καὶ τὴν
νῆσον καταλαβόντων μηνὶ αὐγούστῳ ἰνδικτιῶνος ἑβδόμης, παρεδόθησαν τῷ ἄρχοντι τῆς
νήσου ὥστε φυλάττεσθαι αὐτούς, πάμπολλα παραγγείλαντες αὐτῷ, ὥστε παντοίαις
θλίψεσι θλῖψαι αὐτούς, ὅπως τάχιον τοῦ ζῆν ἀπαλλαγῶσιν. ὁ δὲ Θεός, ὁ μὴ παρορῶν
τοὺς εἰς αὐτὸν ἐλπίζοντας, ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ προλεχθέντος
ἀρχηγοῦ τῆς νήσου, καὶ ἦσαν ἐν ἀνέσει διάγοντες καὶ τῆς αὐτῶν ὁδοῦ ἤγουν
ἀσκήσεως ἐχόμενοι. ὅθεν καὶ ἐν τῇ νήσῳ ὄντων [p. 72] αὐτῶν οὐκ ἐπαύσαντο δι᾿
ἐπιστολῶν γράφοντες καὶ ἐπιστηρίζοντες τοὺς ὀρθοδόξους, ὥστε θάνατον μὲν
καταδέξασθαι, τὴν δὲ ἑαυτῶν πίστιν μὴ ἀθετῆσαι, μήτε μὴν ἀρνήσασθαι ἐν εἰκόνι
περιγραπτὸν τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστὸν ἢ τοὺς ἁγίους καθὼς αὐτὸς ὁ
κύριος ἡμῶν διδάσκει ἡμᾶς ἐν τοῖς θείοις εὐαγγελίοις, λέγων· Ϡγίνεσθε φρόνιμοι
ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.Ϡ
15. ἓξ δὲ χρόνων
διιππευσάντων καὶ τοῦ τυράννου τελευτήσαντος καὶ αἰωνίᾳ κολάσει παραδοθέντος,
ἀνέστη ἕτερος βασιλεὺς Μιχαὴλ τοὔνομα, τῆς αὐτῆς αἱρέσεως καὶ θεομάχου γνώμης
ἀνάπλεως ὑπάρχων. οὗτος ἐκέλευσε τὸν ἅγιον Μιχαὴλ ἐκβληθῆναι ἐκ τῆς προλεχθείσης
εἱρκτῆς καὶ ὑπερορίᾳ παραπεμφθῆναι ἔν τινι τῶν τοῦ Ὀλύμπου μοναστηρίων τῆς
πόλεως Παρουσιάδος μετὰ καὶ Ἰὼβ τοῦ ὁσιωτάτου ἁλύσεσι δεδεμένους. τούτου δὲ
γεγονότος καὶ τῶν ἁγίων τῇ ἐξορίᾳ παραπεμφθέντων, οὐκ ἐπαύετο ὁ μέγας τῆς
εὐσεβείας ἀγωνιστής, ὁ πανόσιος Μιχαήλ, δι᾿ ἐπιστολῶν γράφων καὶ ἐπιστηρίζων
τοὺς ὀρθοδόξους πρὸς τὸ ὑποφέρειν τὰς παρὰ τῶν ἀσεβῶν καὶ μισοχρίστων αἱρετικῶν
καὶ ἀθέων εἰκονοκαυστῶν ἐπαγομένας αὐτοῖς τιμωρίας.
16. τελευτήσαντος δὲ
καὶ τούτου <τοῦ> παμβεβήλου ἄνακτος Μιχαήλ, ἀνέστη ἀντ᾿ αὐτοῦ ἕτερος
βασιλεύς, Θεόφιλος τοὔνομα, γνήσιος υἱὸς ὑπάρχων αὐτοῦ, ὠμὸς τοῖς τρόποις,
ἀπηνὴς τῷ φρονήματι, πνέων Χριστομάχου θυμοῦ καὶ ὀργῆς, πονηρότατος ὑπὲρ τοὺς
πρὸ αὐτοῦ βεβασιλευκότας, θυμῷ ἀσχέτῳ κρατούμενος κατὰ τῶν ὀρθοδόξων τῶν
ἀνθισταμένων τῇ αὐτοῦ ἀσεβείᾳ καὶ ἀνατρεπόντων τὸ αὐτοῦ ἄθεον καὶ ἀσεβὲς δόγμα.
οὗτος ὁ προλεχθεὶς βέβηλος ἄναξ τῷ πέμπτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ἐκέλευσεν
ἀνακληθῆναι τὸν ἐν ἁγίοις πατέρα ἡμῶν καὶ μέγα Μιχαὴλ ἐκ τῆς προλεχθείσης μονῆς.
τούτου δὲ γεγονότος καὶ τοῦ ἁγίου καταλαβόντος τὴν πανευδαίμονα
Κωνσταντινούπολιν, ἐκέλευσεν αὐτὸν ἐναπόκλειστον γενέσθαι ἔν τισι θόλοις τῆς
εἱρκτῆς, τῆς οὕτω λεγομένης Πραιτώριον, πάνυ ἀφεγγέσι καὶ σκοτεινοῖς καὶ
χειμῶνος μὲν λιμνώδεσι καί κρυμώδεσι, θέρους δὲ πνιγηροῖς καὶ καυσώδεσιν. ὃς
εἰσελθὼν ἐν τῇ τοιαύτῃ εἱρκτῇ καὶ μηδαμόθεν ἀνάπαυσιν κεκτημένος, [p. 74] μήτε
μὴν τὸν περιποιούμενον καὶ συγκροτοῦντα αὐτὸν ἔχων (οὐ γὰρ εἴων τινὰ τούτῳ
καθομιλῆσαι· ὑπὸ γὰρ δύο στρατιωτῶν ὠμῶν καὶ ἀνηλεῶν ἦν φυλαττόμενος, οἵτινες
οὔτε τὸν καθυπουργοῦντα αὐτῷ Ἰὼβ τοὔνομα, εἴων τούτῳ κἂν πρὸς βραχὺ προσβλέψαι ἢ
τὸ σύνολον καθομιλῆσαι). ὅθεν ἐκ τῆς τοιαύτης συνοχῆς τε καὶ στενοχωρίας ὁ ἐν
ἁγίοις πατὴρ ἡμῶν καὶ ὁμολογητὴς μέγας Μιχαὴλ περιέπεσε χαλεπωτάτῃ ἀρρωστίᾳ ἐπὶ
δυσὶν ἔτεσιν, ἔκ τε τοῦ γήρως καὶ τῶν πολλῶν θλίψεων, καὶ ἀμβλυωπίᾳ κατεσχέθη
καὶ κυφότητι.
Εὐφροσύνη δέ τις μονάζουσα πιστὴ καὶ ὀρθόδοξος πάμπολλα
τούτῳ τῷ πανοσίῳ παρεμυθεῖτο καὶ ἐν ταῖς σωματικαῖς χρείαις ἀντελαμβάνετο. ὅσους
γὰρ χρόνους πεποίηκεν ἐν τῇ ἑτέρᾳ εἱρκτῇ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς
χαλεπωτάτης ἐκείνης ἀσθενείας καὶ ἐκβληθῆναι αὐτὸν ἐκ τῆς ζοφωτάτης καὶ ὀζώδους
εἱρκτῆς καὶ ἐν ἑτέρᾳ διαφερούσῃ ἐγκλεισθῆναι, οὐ διέλειπε διακονοῦσα καὶ
ἀποστέλλουσα αὐτῷ διὰ τοῦ αὐτὸν καθυπουργοῦντος τήν τε βρῶσιν καὶ πόσιν καὶ τὴν
τοῦ σώματος περιβολήν. μετὰ γὰρ δύο ἔτη ἐκέλευσεν αὐτὸν ὁ βασιλεὺς ἐξενεχθῆναι,
καθὼς προλέλεκται, ἐκ τῆς πανζόφου καὶ κρυμώδους ἐκείνης εἱρκτῆς καὶ
ἐναπόκλειστον γενέσθαι, δεδεμένον τὸν αὐχένα ἁλύσει καὶ τοὺς πόδας ἐν ξύλῳ
ἠσφαλισμένον, ἐν ἑτέρᾳ διαφερούσῃ εἱρκτῇ τοῦ αὐτοῦ Πραιτωρίου.
17. μετὰ
δὲ τέσσαρας μῆνας τῆς αὐτοῦ καθείρξεως ἐν τῇ τοιαύτῃ εἱρκτῇ, ἐν ὑπομνήσει
γέγονεν ὁ προλεχθεὶς ἀσεβὴς ἄναξ περὶ τῶν αὐτοῦ μαθητῶν, Θεοδώρου λέγω καὶ
Θεοφάνους. τίς δὲ ἡ αἰτία τῆς τοιαύτης ὑπομνήσεως περὶ τῶν αὐτοῦ μαθητῶν πρὸς
τὸν βασιλέα γέγονεν, ἔνθεν ἐρῶ.
Στέφανός τις ὑπῆρχεν, ἀσηκρῆτις τῇ ἀξίᾳ·
οὗτος ἐν γνώσει ἦν τῷ θεράποντι τοῦ Χριστοῦ Μιχαὴλ καὶ τοῖς αὐτοῦ μαθηταῖς, καὶ
ἦν ὐπ᾿ αὐτῶν νουθετούμενος τὰ τῆς ὀρθοδοξίας διδάγματα. ὅστις καὶ μικρὸν ὕστερον
ὑποβληθεὶς παρά τινων μισοχρίστων τῷ τυράννῳ ὡς ἅτε ὀρθόδοξος καὶ ἔμπροσθεν
αὐτοῦ ἀχθείς, πολλάς τε τιμωρίας καὶ θλίψεις ὑπ᾿ αὐτοῦ παθὼν καὶ μὴ δυνηθεὶς
καρτερῆσαι συνέθετο καὶ καθυπέγραψε τῇ αὐτοῦ εἰκονομάχῳ αἱρέσει. πρὸς ὃν ὁ ἐν
ἁγίοις πατὴρ ἡμῶν Μιχαὴλ
[p. 76] ταῦτα μαθὼν παρακλητικαῖς ἐπιστολαῖς
ἐχρήσατο, τοῦτον ἀνακαλούμενος καὶ ἀποστρέψαι παραινῶν ἐκ τῆς τοιαύτης αἱρέσεως.
ὃ δὴ καὶ πεποίηκεν, εἰ καὶ μικρόν τι, ὡς ἄνθρωπος, δειλανθεὶς τὰς πικρὰς
τιμωρίας τοῦ ἀνηλεοῦς τυράννου ὑπέκυψε τῇ αὐτοῦ ἀθέσμῳ καὶ παρανόμῳ αἱρέσει.
ἔσχατον δὲ ταῖς τοῦ ἁγίου διδασκαλίαις καὶ παραινέσεσι πεπαρρησιασμένῃ τῇ φωνῇ
ἐκήρυξέ τε καὶ ὡμολόγησεν ἐν εἰκόνι περιγραπτὸν προσκυνεῖν καὶ σέβεσθαι τὸν
κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὅντινα Στέφανον, πολλὰς τιμωρίας προσαγαγὼν ὁ
μισόχριστος τύραννος καὶ μὴ ἰσχύσας τούτου τὴν κατὰ θεὸν ἔνστασιν νικῆσαι,
ὑπερορίᾳ κατεδίκασε, τὰ δὲ αὐτοῦ χρήματα τῷ βασιλικῷ ταμιείῳ προσενεχθῆναι
ἐκέλευσεν.
οὐ μόνον δὲ τοῦτον τὸν προλεχθέντα Στέφανον ὁ ἐν ἁγίοις πατὴρ
ἡμῶν καὶ ὁμολογητὴς Μιχαὴλ ὑπὲρ Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος μαρτυρῆσαι
πέπεικεν, ἀλλὰ καὶ ἕτερόν τινα, Καλλονᾶν τοὔνομα, τῇ ἀξίᾳ σπαθάριον, ὅστις καὶ
γνώριμος αὐτοῦ ὑπῆρχεν, ταῖς νουθετικαῖς αὐτοῦ καὶ στερροποιαῖς ἐπιστολαῖς
ἐναποθανεῖν τῇ ἀθλήσει καὶ ὁμολογίᾳ τοῦ Χριστοῦ πεποίηκεν. ἅτινα μαθὼν ὁ
προλεχθεὶς μισόχριστος ἄναξ τοσοῦτον ἐξήφθη τῷ θυμῷ, ὡς ὑπερζέσαι
αὐτόν.
τούτων ἕνεκα τῶν αἰτίων ἡ ὑπόμνησις τούτων πρὸς τὸν ἀλιτήριον καὶ
παμβέβηλον ἄνακτα παρὰ τῶν μισοχρίστων αὐτοῦ ὑπασπιστῶν γέγονεν, οὑτωσὶ
λεγόντων· «δέσποτα αὐτοκράτορ, ἥκασί τινες τέσσαρες μοναχοὶ ἐκ τῆς ἁγίας πόλεως,
ὡς αὐτοὶ λέγουσιν, ὄντες, ἐπὶ τοῦ πρό σου βεβασιλευκότος ἀποσταλέντες παρὰ τοῦ
αὐτῶν ἀρχιεράρχου μετὰ καὶ ἐπιστολῶν τινων, τὴν πάροδον ποιούμενοι πρὸς τὴν
μεγαλόπολιν Ῥώμην, πρὸς τὸ διαστρέψαι τὸν ὀρθοδοξότατον καὶ πιστότατον βασιλέα
Λέοντα καὶ πεῖσαι τοῦτον τοῦ προσκυνεῖν τὰ εἴδωλα, ἃ αὐτοὶ ἁγίας εἰκόνας
λέγουσιν εἶναι, ἀνάπλεοι ὄντες τῆς αὐτῶν εἰδωλολάτρου πίστεως. ὅθεν καὶ ὡς πρὸς
ἀρραγῆ πέτραν τῆς αὐτοῦ ὀρθοδόξου πίστεως προσκόψαντες, οὐ μόνον τοῦτον τῆς
ὀρθοδόξου πίστεως καθελεῖν οὐκ ἴσχυσαν, ἀλλὰ καὶ αὐτοί, πολλὰ ὑπ᾿ αὐτοῦ
διδαχθέντες καὶ νουθεσίαις καὶ παρακλήσεσι παντοίαις ὑποβληθέντες οὐδὲν ἐκ τῶν
τοιούτων νουθεσιῶν καὶ παρακλήσεων ἐκαρπώσαντο ὄφελος. καίπερ τοῦ βασιλέως τιμὰς
[p. 78] παντοίας καὶ ὑπερβαλλούσας ὑποσχέσεις ὑποσχομένου καὶ θρόνων
μεγίστων, εἰ ἐπιστρέψαντες ἐκ τῆς μυσαρᾶς τῶν εἰκονολατρῶν, μᾶλλον δὲ
εἰδωλολατρῶν, αἱρέσεως συνθῶνται τῇ καθολικῇ ἐκκλησίᾳ, οὐχ εἵλοντο οὔτε μὴν
ὑπήκουσαν ταῖς ὀρθοδόξοις αὐτοῦ διδασκαλίαις. ὅθεν καὶ ἀσχέτῳ θυμῷ κατ᾿ αὐτῶν
ληφθεὶς παντοίαις θλίψεσι καὶ τιμωρίαις καθυπέβαλεν, ἴσως πεῖσαι αὐτοὺς
καραδοκῶν διὰ τοιούτων θλίψεων συνθέσθαι τῇ ἀληθείᾳ. ὡς δὲ εἶδεν ἑαυτὸν
καθυστεροῦντα καὶ μεταστῆσαι μὴ δυνάμενον, τὸν μὲν ἔξαρχον αὐτῶν καὶ διδάσκαλον,
ὃν καὶ σύγκελλον διαβεβαιοῦνται εἶναι τοῦ ἀρχιεράρχου τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ
ἡμῶν πόλεως, μετὰ καὶ ἑτέρου τινὸς γηραιοῦ ἐν τῇ τῆς Φιάλης εἱρκτῇ
ἐναποκλείστους γενέσθαι ἐκέλευσεν, τοὺς δὲ αὐτοῦ δύο μαθητὰς ὑπερορίᾳ
κατεδίκασεν ἐν τῇ νήσῳ Ἀφουσίᾳ. διὸ καὶ ἔκτοτε οὐκ ἐπαύσαντο δι᾿ ἐπιστολῶν
γράφειν καὶ ἀναπείθειν τοὺς ὀρθοδόξως βιοῦν ἐθέλοντας, κὰι ἐκταράσσουσι τοῖς
αὐτῶν ἀθέοις δόγμασι τὸ τῶν ὀρθοδόξων ἱερέων τε καὶ βασιλέων δόγμα, καὶ οὐκ
ἐῶσιν ἠρέμειν καὶ ἐν γαλήνῃ διάγειν τὸ τῶν ὀρθοδόξων σύστημα. ὅθεν καὶ τοὺς
προσφιλεῖς σου καὶ συγγνώμονας Στέφανόν τε τὸν ἀσηκρῆτις καὶ Καλλονᾶν τὸν
σπαθάριον, τοὺς εὐγενεστάτους καὶ λογιμωτάτους ἄνδρας, ἔπεισαν ἀρνήσασθαι τὸ σὸν
ὀρθόδοξον καὶ ἀποστολικὸν καὶ βασιλικὸν δόγμα, καὶ μέχρι θανάτου ποινὰς καὶ
μάστιγας καὶ ὑφαιρέσεις πραγμάτων καθυπομεῖναι καὶ μὴ συνθέσθαι τῇ
ἀληθείᾳ.»
18. ταῦτα ἀκούσας ὁ βασιλεὺς Θεόφιλος καὶ μέγα στενάξας καὶ
λεοντιαῖον βρύξας καὶ τὼ χεῖρε τὰς ὄψεις παίων καὶ τὸ «οὐαί» ἀναβοῶν ἐκέλευσε
τοὺς αὐτοῦ μαθητάς, τοῦ θεσπεσίου λέγω Μιχαήλ, τοὺς ἁγίους Θεόδωρον καὶ
Θεοφάνην, ἐκ τῆς νήσου Ἀφουσίας διὰ ταχυδρόμου ἐπανελθεῖν, τὸν δὲ ἅγιον Μιχαὴλ
σὺν τῷ πανοσίῳ Ἰώβ, ὡς ἅτε γηραιοὺς καὶ ἐκ τῶν πολλῶν θλίψεών τε καὶ ἀσθενειῶν
τετρυχωμένους καὶ ἀμβλυωπίᾳ καὶ κυφότητι κεκρατημένους καὶ τεταλαιπωρημένους ἔκ
τε πείνης καὶ δίψης καὶ γυμνότητος, ἁλύσεσι δεθῆναι προσέταξε τοὺς αὐτῶν τιμίους
αὐχένας καὶ τοὺς πόδας ἐν ξύλῳ ἀσφαλισθῆναι καὶ μὴ ἐᾶν τινα τούτοις προσομιλεῖν,
ὅπως μὴ διαστρέφωνται παρ᾿ αὐτῶν πρὸς
[p. 80] τὸ τῆς εἰδωλολατρείας σέβας. ὦ
Χριστέ μου πῶς ὑμνήσω σοῦ τῆς ἀπεράντου σοφίας καὶ ἀνεξικακίας τὸ πέλαγος, ὅτι
βλασφημούμενος παρὰ ἀσεβῶν στομάτων ἀνέχει καὶ μακροθυμεῖς, ὅτι καὶ ἡ τῆς μορφῆς
σου εἰκών, ἣν διὰ τὴν ἡμῶν σωτηρίαν ἐκ παρθένου ἁγίας καὶ Θεοτόκου ἀνέλαβες,
εἴδωλον παρ᾿ αὐτῶν ὠνομάσθη τε καὶ ἐλέγχθη ὦ παμμίαροι καὶ ἐχθροὶ τῆς ἀληθείας,
ἀχάριστα κτίσματα καὶ τοῦ πονηροῦ πλάσματα, θεολογικῶς εἰπεῖν, ὑπὲρ ὧν Χριστὸς
δωρεὰν ἀπέθανεν, ἡ εἰκὼν τοῦ Χριστοῦ, ὃν ὑμεῖς ἀσεβοῦντες διὰ τὴν τῶν ἀνθρώπων
ὑφόρασιν θεὸν τῷ δοκεῖν ὁμολογεῖτε, εἴδωλόν ἐστιν ὡς Ἀπόλλωνος, καὶ τῆς αὐτοῦ
μητρὸς τῆς εὐλογημένης Θεοτόκου ὡς Ἀρτέμιδος, καὶ τῶν αὐτοῦ ἁγίων ὡς τῶν λοιπῶν
ψευδωνύμων θεῶν εἰς κενὸν ἡ ἐνανθρώπησις αὐτοῦ ἐγένετο εἰς κενὸν ἡ τῶν ἀποστόλων
διδαχὴ καὶ ἡ τῶν οἰκουμενικῶν συνόδων συνάθροισις ἀλλ᾿ ἄπαγε. οὐκ ἔστιν οὕτως.
οὐκ ἔστιν ὡς ὑμεῖς φατε. ἡμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, Ϡτὸ βασίλειον ἱεράτευμα,Ϡ
οἱ ὀρθοδόξως προσκυνοῦντες κατὰ τὴν τῶν ἁγίων ἀποστόλων διδαχὴν ἐν εἰκόνι
περιγραπτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τούτους καταπτύσαντες καὶ τὴν αὐτῶν
ληρώδη διδασκαλίαν, προσσχῶμεν τῇ λοιπῇ ἐξηγήσει τῆς ἀθλήσεως τῶν ἁγίων καὶ
ὁμολογητῶν πατέρων ἡμῶν, Μιχαήλ φημι καὶ Θεοδώρου καὶ Θεοφάνους, τῶν λαμπρῶν τῆς
ἐκκλησίας φωστήρων, τῶν δίκην ἡλίου λαμψάντων καὶ φωτισάντων τὴν ὑφήλιον ἅπασαν
τῇ τῶν ὀρθῶν δογμάτων φαιδρότητι.
εἶτα, καθὼς προλέλεκται, ὅτι παρὰ τῶν
αὐτοῦ ὑπηρετῶν ἐν ὑπομνήσει γέγονεν ὁ προλεχθεὶς βέβηλος ἄναξ περὶ τῆς τῶν ἁγίων
πατέρων ἡμῶν ἐνστάσεώς τε καὶ ὁμολογίας, οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς ὀρθοδόξου
διδασκαλίας, ἐκέλευσε διὰ ταχυδρόμου ἐν σπουδῇ πολλῇ εἰσαχθῆναι αὐτοὺς ἐν τῇ
πανευδαίμονι Κωνσταντινουπόλει. ὁ τοῦ παρανόμου δὲ βασιλέως παρανομώτατος
ὑπηρέτης, ὁ ἀποσταλεὶς ἀγαγεῖν αὐτούς, καταλαβὼν ἐν σπουδῇ τὴν προλεχθεῖσαν
νῆσον, ἐν πολλῷ τῷ τάχει τούτους ἁρπάσας ἦγεν ἐπὶ τὴν πόλιν, τὴν αἰτίαν δι᾿ ἣν
αὐτοὺς ἦγεν ἐπὶ τὴν πόλιν, ἀγνοεῖν διαβεβαιούμενος. εἰσελθόντων δὲ τῶν ἁγίων ἐν
τῇ πόλει ἰουλίῳ μηνὶ ὀγδόῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης τότε
[p. 82]
κρατούσης, εἰσῆλθεν ὁ ἀγαγὼν αὐτοὺς μονώτατος, καὶ δῆλα τὰ κατ᾿ αὐτοὺς τῷ
βασιλεῖ πεποίηκεν. ὅθεν καὶ προσετάγη παρ᾿ αὐτοῦ καθεῖρξαι αὐτοὺς ἐν τῇ δημοσίᾳ
εἱρκτῇ, τῇ οὕτω λεγομένῃ Πραιτώριον. μετὰ δὲ τὸ πρωὶ ἐκέλευσεν αὐτοὺς παραστῆναι
ἔμπροσθεν αὐτοῦ.
τῆς δὲ ἀφίξεως αὐτῶν ἐν ταῖς διανοίαις πάντων
προεγνωσμένης ἤδη καὶ προσδοκωμένης, ὡς τῷ βασιλεῖ παραστησομένους καὶ δίκας
ὑφέξοντας, οὐδὲν ἦν ἄλλο ἰδεῖν καὶ ἀκοῦσαι ἀλλ᾿ ἢ φόβους καὶ ἀπειλάς, ἃς οἱ
ὑπηρέται τοῦ παμπονήρου βασιλέως προσῆγον αὐτοῖς, οἱ μὲν ἀπηνῶς λέγοντες πρὸς
αὐτούς· «συντόμως καὶ ἄνευ πάσης ἀντιλογίας ὑποκύψατε τοῖς βσιλικοῖς
θεσπίσμασιν, ὦ δυστυχέστατοι, καὶ μὴ θελήσητε τῇ ὑμῶν ἀπονοίᾳ κακῶς ἀπολέσθαι,»
τῶν δὲ ἀνήκεστα παθεῖν λεγόντων εἰ παρακούσωσι τοῦ βασιλέως διαμαρτυρόμενοι,
ἑτέρων δὲ φασκόντων· «δαιμόνιον ἔχετε· μὴ ὑμεῖς σοφώτεροί ἐστε τῶν τῆς ἐκκλησίας
ἀρχιερέων καὶ τοῦ θεοστέπτου ἄνακτος» καὶ ἕτερα πάμπολλα καὶ χείρονα τούτων οἱ
τοῦ βασιλέως κάκιστοι ὑπηρέται προσῆγον αὐτοῖς, τοῦτο μὲν παραινοῦντες τοῦτο δὲ
καὶ ἐκφοβοῦντες. καὶ ταῦτα μὲν πρὶν τῷ Χρυσοτρικλίνῳ, ἐν ᾧ ὁ βασιλεὺς ἐκαθέζετο,
προσκαλεῖν αὐτοὺς ἤκουον.
19. εἰσελθόντες δὲ καὶ τῆς πύλης ἐπιβάντες,
προάγοντος αὐτῶν τοῦ ἐπάρχου, ὤφθη αὐτοῖς ὁ βασιλεὺς πολλοῦ θυμοῦ καὶ ὀργῆς
πνέων, ἱκανῶν αὐτῷ τῶν τῆς συγκλήτου βουλῆς τῶν ἀρχόντων παρισταμένων. ὡς δὲ
μέχρι τούτου ἦλθεν ὁ ἔπαρχος, ἀπέστη ἀπ᾿ αὐτῶν μόνους αὐτοὺς καταλείψας ἐνώπιον
τῶν τοῦ βασιλέως ὀφθαλμῶν, εἰσῆλθον δὲ οἱ ἅγιοι μετὰ πολλοῦ τοῦ θάρσους μηδὲν
δειλιῶντες, ἔχοντες ἐν ἑαυτοῖς τὸν τοῦ θεοῦ φόβον τοῦ εἰπόντος, Ϡμὴ φοβεῖσθε ἀπὸ
τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ
μᾶλλον τὸν δυνάμενον μετὰ τὸ ἀποκτεῖναι ἐμβαλεῖν εἰς γέεναν,Ϡ ὥστε ἐκ τῆς ὄψεως
αὐτῶν ἔκθαμβον γενέσθαι τὸν βασιλέα. εἰσῆλθον γὰρ οὐχ ὡς εἰς ἆθλον ἢ παγκράτιον,
ἀλλ᾿ ὡς εἰς γάμον κληθέντες.
ὡς δὲ παρέστησαν τῷ βασιλεῖ, προσεγγίσαι
αὐτοὺς αὐστηρᾷ καὶ θρασείᾳ φωνῇ παρεκελεύσατο καὶ μέχρις αὐτοῦ ἐλθεῖν. καὶ λέγει
[p. 84] αὐτοῖς· «ποίας χώρας ἐστέ» λέγουσιν αὐτῷ οἱ ἅγιοι· «τῆς Μωαβίτιδος.»
πάλιν σκληροτέρως ἀποκριθεὶς ἔφη αὐτοῖς· «καὶ διὰ τί ἤλθετε ἐνταῦθα» καὶ πρὶν
τούτους ἀπολογίσασθαι [λεγε· ἀπολογήσασθαι], ἐπέτρεψεν ἄνδρας ἰσχυροὺς τῇ ῥώμῃ
παίειν αὐτῶν τὰς ὄψεις. ῥαπιζομένων δὲ τῶν ἁγίων ἀνηλεῶς ἐπὶ πολλὴν ὥραν καὶ μὴ
δυναμένων αὐτῶν ἵστασθαι ἐκ τῶν ἀφορήτων πληγῶν (ἐσκοτίζοντο γὰρ τῇ φορᾷ τῶν
μαστίγων, ὥστε πίπτειν αὐτοὺς καὶ ἀνίστασθαι κατὰ τὸν θεῖον Ἐλεάζαρον, ὃν λάξ γέ
τοι κατὰ τῶν κενεώνων ἔτυπτον, ὅπως ἐξανίστατο πίπτων) ἐκράτησεν ἕκαστος αὐτῶν
τοῦ στήθους τοῦ παίοντος αὐτόν, καὶ οὕτως ἑδραίως ἱστάμενοι ἐδέχοντο τὰς διὰ
Χριστὸν μάστιγας ἀμετάστρεπτοι, ἕως ἂν παύσασθαι τοὺς παίοντας ὁ βασιλεὺς
ἐκέλευσεν. τί τούτου κοσμιώτερον καὶ παραδοξότερον, ὥστε ἐξισωθῆναι τῇ ἀθλήσει
τῷ ἑαυτῶν ποιητῇ ὡς γὰρ ὁ ἐμὸς Χριστὸς κατὰ πρόσωπον Πιλάτου ἑστὼς ἐρραπίσθη,
οὕτω καὶ οἱ αὐτοῦ γνήσιοι θεράποντες δι᾿ αὐτὸν καὶ τὴν αὐτοῦ εἰκόνα τὰς ὄψεις
χαίροντες ἐπαίοντο. παυσαμένων δὲ τῶν παιόντων, λέγει πρὸς αὐτοὺς ὁ βασιλεὺς·
«τίνος χάριν ἐληλύθατε ἐνταῦθα, ἀνόσιοι» ἐβούλετο δὲ τούτων ἀκοῦσαι· «ὅτι τὴν
αὐτὴν ὑμῖν ἀσπάσασθαι πίστιν βουλόμενοι τὴν μεθ᾿ ὑμῶν οἴκησιν ἠσμενίσαμεν.» τῶν
δὲ ἁγίων σιωπησάντων καὶ μηδ᾿ ὅλως αὐτῷ ἀποκρινομένων καὶ εἰς γῆν νενευκότων,
ἔφη πρὸς τὸν ὕπαρχον ὁ βασιλεύς· «ἆρον τοὺς ἀνοσίους τούτους καὶ γράψον τὰ
πρόσωπα αὐτῶν, ἐγκολάψας τούσδε τοὺς ἰάμβους, καὶ παράδος αὐτοὺς δύο τῶν τῆς
Ἅγαρ υἱῶν, καὶ ἀπαγαγέτωσαν αὐτοὺς εἰς τὴν ἰδίαν πατρίδα.» ἵστατο δὲ πλησίον τοῦ
βασιλέως ὁ ἔχων τοὺς ἰάμβους, Χριστόδουλος τοὔνομα ὁ τούτους σκεψάμενος, ᾧ καὶ
ἐπαναγινώσκειν εἰς ἐπήκοον πάντων προσέταξεν, προσθεὶς καὶ τοῦτο· «κἂν οὔκ εἰσι
καλοὶ κατὰ σύνταξιν, μή σοι μελέτω.» τοῦτο δὲ εἴρηκεν εἰδὼς ὡς ἄριστα τούτοις
ἤσκηται ἡ τῶν ποιητικῶν σκεμμάτων ἀκριβεία καὶ εἰς ὅσον καταγελασθῶσιν παρὰ τῶν
τοῦ Χριστοῦ ἀθλοφόρων. καί τις παρὼν χαριζόμενος τῷ βασιλεῖ ἔφη· «οὐδέ εἰσιν
ἄξιοι, ὦ δέσποτα, οὗτοι, ἵνα κάλλιον ὧσιν οἱ ἴαμβοι.»
20. καὶ ταῦτα μὲν
εἰς τοσοῦτον ἐκεῖνοι οἱ θρυλλολέκται εἶπόν τε καὶ πεπράχασιν. ἡμεῖς δέ, εἰ μηδὲν
κωλύει (καὶ γὰρ οἶδ᾿ ὅτι βλάβην ἐκ
[p. 86] τούτων οὐδ᾿ ὅλως ὑποστησόμεθα)
καὶ τοὺς ἰάμβους ἐπεξέλθωμεν καὶ τούτους τῇ διηγήσει ἐνθήσωμεν. εἰσὶ δὲ στίχοι
ἴαμβοι δώδεκα, οἳ καὶ ἐγράφησαν ἐν τοῖς προσώποις τῶν ἁγίων καὶ ὁμολογητῶν
Θεοδώρου καὶ Θεοφάνους, ἐπὶ βασιλέως Θεοφίλου ἐν τῷ Πραιτωρίῳ, ἔχοντες τὸν τύπον
τοῦτον·
πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,
ὅπου πάναγνοι
τοῦ θεοῦ λόγου πόδες
ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης
ὤφθησαν οὗτοι
τῷ σεβασμίῳ τόπῳ,
σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
ἐκεῖσε πολλὰ λοιπὸν
ἐξ ἀπιστίας
πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως
ἐκεῖθεν ἠλάθησαν ὡς
ἀποστάται
πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,
οὐκ ἐξαφῆκαν τὰς
ἀθέσμους μωρίας.
ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν
κατακρίνονται καὶ
διώκονται πάλιν.
ἡμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, τὸ φιλόχριστον ποίμνιον,
ἀνατρέποντες αὐτοῦ τὴν τοιαύτην ληρῳδίαν ἐροῦμεν πρὸς αὐτόν· «ὦ ἀνόσιε καὶ πάσης
ἀληθείας ἐχθρέ, πάναγνον καλεῖς τὸν τοῦ θεοῦ υἱόν, οὗτινος τὴν μορφὴν ἐν τῇ
ἐκκλησίᾳ εἰκονιζομένην ἐξώρυξας καὶ πυρὶ παραδέδωκας καίπερ, εἰ ἦν σοι δυνατόν,
καὶ αὐτὸ τὸ τῆς κλήσεως ὄνομα ἐξωλόθρευσας ἂν ἐκ τῆς τῶν χριστιανῶν ὁμηγύρεως,
τοῦ μὴ καλεῖσθαι τοῦτον Χριστὸν καὶ θεοῦ υἱόν. πῶς δὲ καὶ ἁγίαν ὁμολογεῖς πόλιν,
παμμίαρε, εἰς ἣν ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ διὰ τὴν ἡμῶν σωτηρίαν τὰ τῆς
ἐνανθρωπήσεως ὑπέστη μυστήρια ἧς τοὺς οἰκήτορας διὰ τὴν εἰς αὐτὸν καὶ τὴν αὐτοῦ
εἰκόνα ὁμολογίαν μικροῦ δεῖν κατέσφαξας καὶ εἰ πονηρὰ σκεύη κατὰ τὴν σὴν
ψευδώνυμον ῥῆσίν εἰσιν οὗτοι οἱ ἅγιοι, τίνι τρόπῳ μετὰ καὶ ἐπιστολῆς θεογράφου
πρὸς τὴν σὴν κακότεχνον γνώμην παρὰ τοῦ ἀρχιτελετάρχου καὶ τῆς αὐτοῦ συνόδου καὶ
τῶν τῆς ἐρήμου πατέρων, ὡς ἀληθῶς σοφοὶ καὶ τῇ πράξει καὶ γνώσει ἐπέμφθησαν καὶ
εἰ, ὡς σὺ φῄς, ἐδιώχθησαν οὗτοι ἐκεῖθεν, ἡ ἐπιστολὴ πῶς ἐπεδόθη αὐτοῖς παρὰ τῆς
[p. 88] ἁγίας συνόδου καὶ τῶν θείων πατέρων ὅτε δὲ ἐν τῇ τοῦ κράτους πόλει
εἰσῆλθον, τί πονηρὸν διεπράξαντο ἣ τί δεινὸν τίνι πεποίηκαν ὅτι ἐκ τοῦ τῆς
αἱρέσεως σκότους πρὸς τὸ τῆς ἀληθείας φῶς ἐχειραγώγησαν πολλοὺς τῶν πιστῶν τῷ
καθ᾿ ἑαυτῶν ὑποδείγματι καὶ διὰ τῶν αὐτῶν ὀρθοδόξων καὶ ἁγίων ἐπιστολῶν, τοῦτό
σοι καταφαίνεται πονηρὸν καὶ μωρόν καὶ πῶς οὐκ ἂν εἶ καταγέλωτος ἄξιος ὁ τῆς
ἁλουργίδος ἀνάξιος ὅτι δὲ καὶ γραφῆναι τούτων τὰς ὄψεις ἐκέλευσας οὐδὲν ξένον
τῆς σῆς ἀπονοίας καὶ παρανόμου γνώμης πεποίηκας, καὶ τούτους μὲν ἄκων καὶ μὴ
βουλόμενος ἀπέδειξας Χριστοῦ μάρτυρας, σεαυτῷ δὲ ἐθησαύρισας αἰωνίαν κόλασιν,
εἰς ἣν καταδικασθήσει παρὰ Χριστοῦ τοῦ θεοῦ, οὗτινος τὴν σαρκομοιόμορφον εἰκόνα
ἠθέτησας μετὰ τοῦ πατρός σου τοῦ Σατανᾶ. τούτων δὲ τῶν ἁγίων μαρτύρων τὰς ὄψεις
ἰδόντα τὰ χερουβὶμ καὶ ἡ φλογίνη ῥομφαία οὕτως ἐγγεγραμμένας, αἰδεσθήσονται καὶ
τὰ νῶτα δώσουσι καὶ τὴν τοῦ παραδείσου εἴσοδον παραχωρήσουσιν. ὅτι δὲ καὶ διῶξαι
τούτους προτεθύμησαι, ὁ δίκαια κρίνων θεὸς διὰ τῆς αὐτοῦ δικαίας ὀργῆς τοῦ
τοιούτου σε σκοποῦ κωλύσειεν, ὅπως ἡ τοῦ Θεοῦ ἁγία καὶ ὑπερένδοξος πόλις, ἡ νέα
Ὶερουσαλήμ, τοιούτους μὴ στερηθείη φωστῆρας, ἀλλ᾿ ἐν τῷ τῆς βασιλείας διαδήματι
ὡς ὑπερτίμους λίθους ἐγκαταπήξασα κόσμον ἑαυτῇ περιποιήσηται. καὶ σὲ μὲν οὐ μετὰ
πολὺ ὀλέθριος θάνατος καὶ αἰωνία κόλασις παραδέξεται, τούτων δὲ τὰ μὲν ἱερὰ καὶ
τίμια λείψανα ἡ τοῦ θεοῦ ἐκκλησία ὡς θησαυρὸν ἄσυλον καὶ βασιλικὴν ἁλουργίδα
παρ᾿ ἑαυτῇ ἐγκατακρύψειε, τὰς δὲ πανάγνους αὐτῶν καὶ τιμίας ψυχὰς ἡ ἄνω
Ὶερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός,
ὑποδέξεται αἰωνίως μετὰ πάντων τῶν ἁγίων ἀγαλλιωμένας.
21. ἀλλ᾿ ἐπὶ τὸ
προκείμενον ἐπανέλθωμεν καὶ ἴδωμεν, τί ὁ τῆς ἀληθείας ἐχθρὸς διετάξατο, τί δὲ οἱ
τοῦ Χριστοῦ μάρτυρες πεπόνθασιν. ὡς γὰρ προείπομεν ὅτι ἐκέλευσεν ὁ βασιλεὺς τῷ
τοὺς ἰάμβους σκεψαμένῳ ἐπαναγνῶναι τούτους εἰς ἐπήκοον τῶν ἁγίων, τούτων
ἀναγνωσθέντων ἐκέλευσεν ἐν τῷ Πραιτωρίῳ τούτους ἀπαχθέντας γραφῆναι τὰς ὄψεις.
ὡς δὲ ἐξῆλθον οἱ ἅγιοι ἐκ προσώπου τοῦ βασιλέως, ἀπαγόμενοι πρὸς τὸ
[p. 90]
Πραιτώριον, ὡς ἤδη ἔφθασεν εἰς τὴν λεγομένην Θερμάστραν, ἰδοὺ αὖθις φαίνεταί τις
τρέχων καὶ ἐπανακάμπτειν τούτους λέγων πρὸς τὸν βασιλέα. σπουδῇ δὲ πολλῇ
παρέστησαν τούτους πάλιν τῷ βασιλεῖ. ὡς δὲ εἶδεν τούτους, ὁ βασιλεὺς λέγει πρὸς
αὐτούς· «εἰκὸς ὑμᾶς ἀπελθόντας ἐν τῇ ὑμῶν γαίῃ λέγειν ὅτι τὸν βασιλέα Ῥωμαίων
ἐνεπαίξαμεν· ἀλλ᾿ ἐγὼ πρότερον καταπαίξας ὑμᾶς καὶ δεινῶς βασανίσας οὕτως οἴκαδε
ἀπολύσω.»
καὶ κελεύει ἐκδυθῆναι τοὺς ἁγίους τὰς αὐτῶν ἐσθῆτας καὶ γυμνοὺς
στῆναι ἔμπροσθεν αὐτοῦ. ὡς δὲ ἐξεδύθησαν οἱ ἅγιοι τοῦ Χριστοῦ μάρτυρες,
ἐκέλευσεν ὁ βασιλεὺς ἄνδρας δυνατοὺς τῇ ἰσχύϊ ἱμᾶσι λεπτοῖς δήσαντας αὐτῶν τὰς
χεῖρας τεῖναι ἐπὶ πολὺ ἀνὰ ἓξ ἑκάστῳ αὐτῶν, ὅπως μὴ ἰσχύωσι τυπτόμενοι
κλονεῖσθαι ὧδε κἀκεῖσε. ταθέντων δὲ τῶν ἁγίων σφοδρῶς, ἐκέλευσεν ἕνα ἔμπροσθεν
καὶ ἕνα ὄπισθεν σταθέντας βουνεύροις τύπτειν αὐτοὺς ἀφειδῶς. ἐπὶ τοσοῦτον δὲ
αὐτοὺς ἔτυψαν, ὥστε ἀλλαγῆναι ἑνὶ ἑκάστῳ αὐτῶν ἀνὰ τεσσάρων στρατιωτῶν.
τυπτομένων δὲ τῶν ἁγίων τά τε νῶτα αὐτῶν καὶ στήθη, οὐδὲν ἄλλο παρ᾿ αὐτῶν
ἠκούετο ἢ τὸ «κύριε ἐλέησον» καὶ τὸ «ἁγία Θεοτόκε, ἐλθὲ εἰς βοήθειαν ἡμῶν.» ὁ δὲ
βασιλεὺς ταῦτα ἀκούσας εὐχομένων τῶν ἁγίων, θυμομαχῶν καὶ ἀπαύστως βοῶν καὶ καθ᾿
ἑαυτὸν ἐνορκῶν, τοὺς τύπτοντας ἐπέτρεπεν οὑτωσὶ λέγων· «ὡς ἔχεις ἐμέ, δὸς
καλά.»
ὡς δὲ κατέτεμον τοὺς ἁγίους ἐπὶ πολύ, ὥστε μὴ ἰσχύειν
ἀνταποκρίνεσθαι, καὶ τοῦ αἵματος αὐτῶν οἱονεὶ ποταμίου ῥεύματος τὸ ἔδαφος ἅπαν
καταχρώσαντος, συρῆναι ἐκέλευσε τούτους καὶ οὕτως ἀπαχθῆναι ἐν τῇ φυλακῇ.
ἐξελθόντων δὲ τῶν ἁγίων, μόλις ἴσχυον βαδίζειν ἐκ τῶν ἀφορήτων πληγῶν. καὶ ἰδοὺ
πάλιν ἕτερος καταδραμὼν στραφῆναι τούτους ἐκέλευσεν. ὡς δὲ οὐκ ἴσχυον
ἀνθυποστρέψαι οἱ ἅγιοι, ἐξελθών τις ἀπὸ τοῦ βασιλέως ἀποσταλείς, ἐπυνθάνετο παρ᾿
αὐτῶν λέγων· «τίνος χάριν τῷ θανάτῳ Λέοντος τοῦ βασιλέως ἐπεχάρητε καὶ διὰ τί
προσφυγόντες αὐτῷ τὴν αὐτὴν αὐτῷ οὐκ ἐκρατήσατε πίστιν» πρὸς ὃν οἱ ἅγιοι μόλις
ἀποκριθέντες εἶπον· «οὔτε τῷ θανάτῳ Λέοντος ἐπεχάρημεν, οὔτε τὴν αὐτοῦ εἱλόμεθα
πίστιν, μᾶλλον δὲ θεομάχον αἵρεσιν, κρατῆσαι.» ὁ λογοθέτης δὲ ἦν ὁ τοῦ δρόμου ὁ
ταῦτα αὐτοὺς
[p. 92] ἐρωτῶν. λέγει δὲ πρὸς αὐτοὺς· «πορεύεσθε οὖν πρὸς τὴν
ὑμῖν προσταχθεῖσαν παρὰ τοῦ βασιλέως ὁδόν.» τότε εἰς τὸ Πραιτώριον εἰσήχθησαν οἱ
ἅγιοι, σκοτίας ἤδη γεγονυίας.
22. μετὰ δὲ τέσσαρας ἡμέρας προκαθίσας ὁ
ὕπαρχος ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐκέλευσεν ἀχθῆναι τοὺς ἁγίους ἔμπροσθεν αὐτοῦ.
ἤρξατο δὲ ἐκφοβεῖν αὐτοὺς ἀνηκέστοις βασάνοις καὶ ἀπειλαῖς· καὶ κολάζειν μὲν
πρότερον μὴ εἴξαντας τῇ αὐτῶν κελεύσει, ὕστερον δὲ καὶ τὰς ὄψεις αὐτῶν γράφειν
καὶ Ἀγαρηνοῖς παραδίδειν καὶ ἐν τῇ αὐτῶν πατρίδι ἀπολύειν ἔφασκεν. μὴ εἰξάντων
δὲ τῶν ἁγίων ποιῆσαι τὸ τοῦ βασιλέως πρόσταγμα, συγκαθημένων τῷ ὑπάρχῳ τοῦ τε
Χριστοδούλου, τοῦ τοὺς ἰάμβους σκεψαμένου, καὶ τοῦ αὐτοῦ πατρός, καὶ τῶν ἁγίων
σκληρῶς ἀπαναινομένων καὶ μυρίους θανάτους ὑπομένειν ἑτοίμως ἐχόντων καὶ ὡς «οὐ
χρανθησόμεθά ποτε τῇ κοινωνίᾳ ὑμῶν» φησάντων «ἢ κἂν γοῦν τῇ συγκαταθέσει τῶν
ἀθετησάντων τὴν τῶν χριστιανῶν πίστιν τε καὶ ὁμολογίαν, εἰ τοὺς ὀφθαλμοὺς
ἐξορύξειας καὶ τὸ σῶμα κατακαύσειας πυρί,» ὁ τοῦ Χριστοδούλου πατήρ, ἐν χάριτος
μοίρᾳ τὸν λόγον ποιούμενος, ἔφη πρὸς τὸν ὕπαρχον· «οὐδέποτε οὗτοι προσεκύνησαν
εἰκόνα, καὶ τί πεπόνθασιν ἐνταῦθα ἐλθόντες, οὐκ οἶδα.» Πρὸς ὃν αὐστηρᾷ τῇ φωνῇ ὁ
τοῦ Χριστοῦ μάρτυς Θεοφάνης εἶπεν· «ἀπόστα ἀφ᾿ ἡμῶν, ἐχθρὲ τῆς ἀληθείας· οὐ γὰρ
οἶδας τί λέγεις, οὔτε περὶ τίνων διαβεβαιοῖ· ἡμεῖς γὰρ καὶ ὁμολογοῦμεν καὶ
σεβόμεθα καὶ προσκυνοῦμεν τὸν ἀληθινὸν ἡμῶν Θεὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ
τὴν αὐτοῦ εἰκόνα καὶ τῆς αὐτοῦ μητρὸς καὶ τῶν αὐτοῦ ἁγίων, εὖ εἰδότες ὅτι ἡ τῆς
εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀνάγει τὴν τιμὴν, καὶ ὑπὲρ αὐτοῦ καὶ τῆς αὐτοῦ
εἰκόνος ἀποθνήσκομεν καὶ τὸ αἷμα ἡμῶν ἐκχέομεν.» ὡς δὲ τούτων ἀκήκοεν ὁ ἐπαρχος,
θωπείαις χρώμενος λέγει πρὸς αὐτούς· «μίαν μόνον ἅπαξ κοινωνήσατε, καὶ ἕτερον οὐ
θέλω, καὶ ἀπολύω ὑμᾶς καὶ πορεύεσθε ὅπου φίλον ὑμῖν ἐστιν.» ἀποκριθεὶς δὲ ὁ τοῦ
Χριστοῦ μάρτυς Θεόδωρος ἔφη πρὸς αὐτόν· «ὅμοιόν τι λέγεις, ὦ ὕπαρχε, ὡς εἴ τις
ἕτερον παρακαλοίη λέγων· Ϡοὐδὲν αἰτοῦμαί σε ἄλλο ἢ τὴν σὴν ἀποκόψαι κάραν, καὶ
πορεύου ὅπου θέλεις.Ϡ γίνωσκε τοίνυν ὡς ἡμεῖς αἰσχύνην ἡγούμεθα τὸ τολμᾶν τινα
πρὸς κοινωνίαν ἡμᾶς προτρέπεσθαι, πρὸς ἣν αὐτὸς ἡμᾶς παραινεῖς
[p. 94]
ἐλθεῖν. Θαυμάζω δὲ ὅτι μὴ πόρρωθεν καὶ ἐξακοῆς πέπεισται ὁ τοιοῦτος ὡς ῥᾷον αὐτῷ
τὸν οὐρανὸν γῆν καὶ γῆν τὸν οὐρανὸν [λεγε· καὶ τὴν γῆν οὐρανὸν] γενέσθαι ἢ ἡμᾶς
μεταστῆσαι τῆς ἡμῶν ὁμολογίας καὶ πίστεως· καὶ ὥσπερ ἀδύνατόν ἐστιν ἄνθρωπον
ὄντα εἰς οὐρανὸν ἱππάσασθαι, οὕτως ἀδύνατόν ἐστιν ποιῆσαι ἡμᾶς ὃ λέγεις. Ποίει
οὖν ὃ θέλεις. τῶν γὰρ σωμάτων κύριος εἶ, τῶν δὲ ψυχῶν ἡμῶν ὁ Χριστὸς ὑπάρχει
κύριος.»
23. τότε κελέυει ὁ ὕπαρχος τὰς ὄψεις αὐτῶν γραφῆναι. τῶν δὲ
πληγῶν τῶν ἁγίων ἔτι φλεγμαινουσῶν καὶ πόνων ἀφορήτων τούτοις παρεχουσῶν,
προσελθόντες οἱ δήμιοι καὶ ἐπὶ σκάμνων τανύσαντες ἕνα ἕκαστον τῶν ἁγίων,
ἐκόλαπτον τὰς ὄψεις αὐτῶν. καὶ ἐπὶ πολλὴν ὥραν κεντοῦντες τὰ πρόσωπα αὐτῶν,
ἔγραφον τοὺς ἰάμβους ἐπ᾿ αὐτοῖς. ὡς δ᾿ ἐτέλεσαν γράφοντες, ἀνέστησαν αὐτοὺς καὶ
ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδὲν ἕτερον αὐτοῖς λελάληκαν. μέλλοντες δὲ ἐξιέναι ἐκ
προσώπου τοῦ ἐπάρχου, ἔφησαν οἱ ἅγιοι πρός τε τὸν ὕπαρχον καὶ τοὺς αὐτῷ
συγκαταθημένους, ὑποδεικνύντες τὰς αὐτῶν ὄψεις· «ταῦτα τὰ γράμματα, εὖ ἴστε,
θεασάμενα τὰ χερουβὶμ ὑπεχωρήσειε, καὶ ἡ φλογίνη ῥομφαία τὰ νῶτα δοῦσα ἡμῖν τοῦ
παραδείσου τὴν εἴσοδον παραχωρήσειεν, αἰδούμενα τὰς ὄψεις τὰς ὑπὲρ τοῦ ἰδίου
αὐτῶν δεσπότου ἀτίμως οὕτως ἐγχαραχθείσας. καὶ γὰρ ἀπ᾿ αἰῶνος μόνοις ἡμῖν
πέπρακται τοῦτο καὶ εὕρηται καινὸν ἐπιτήδευμα. φιλανθρώπους δὲ ἀπεδείξατε πάντας
ὅσοι κατὰ τοῦ θείου ἡμῶν δόγαμτος ἐμάνησαν, ὠμότεροι τούτων φανέντες. ἐν δὲ τῷ
προσώπῳ τοῦ Χριστοῦ πάντως ἐπιγνώσεσθε πάντα ταῦτα τὰ γράμματα· αὐτὸς γὰρ
εἴρηκεν· Ϡὅσα ἂν ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ
ἐποιήσατε.Ϡ
τούτων δὲ τῶν λόγων ἀκούσας ὁ βασιλεὺς (ὁ γὰρ ὕπαρχος
ἀπήγγειλεν αὐτῷ ταῦτα) εἶπεν πρὸς αὐτόν, ὡς οἶμαι, καταβροντηθεὶς τῇ τῶν λόγων
δυνάμει· «εἰ ἠπιστάμην ὅτι ἀληθές ἐστι τοῦτο, ἅπαντα τὸν ὑπ᾿ ἐμὲ λαὸν ἔγραψα ἂν
οὕτως.» καί μοι, παρακαλῶ, μηδεὶς ἀπιστείτω ὥς τι τῆς ἀληθείας προχαράξαντι ἢ ὃ
μὴ πρόσεστι πεπονθέναι τοῖς τοῦ Χριστοῦ
[p. 96] μάρτυσι ταύτῃ μου τῇ
διηγήσει ἐνθεῖναι θελήσαντι. ἐγράφησαν δὲ τὰ πρόσωπα οἱ ἅγιοι τοῦ Χριστοῦ
ὁμολογηταὶ καὶ μάρτυρες Θεόδωρος καὶ Θεοφάνης, μηνὶ ἰουλίῳ ὀκτωκαιδεκάτῃ,
ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης.
24. μετὰ δὲ τὸ ἐξελθεῖν τοὺς ἁγίους
μάρτυρας, καθὼς ἔφαμεν, ἐκ προσώπου τοῦ ἐπάρχου ἐκέλευσεν αὐτοὺς ὁ βασιλεὺς
ἐναποκλείστους γενέσθαι ἐν τῇ τοιαύτῃ εἱρκτῇ πλησίον τοῦ αὐτῶν καθηγουμένου καὶ
ποιμένος, τοῦ θεοφόρου λέγω Μιχαήλ. ὡς δὲ ταῦτα ἔγνω ὁ ὁμολογητὴς τοῦ Χριστοῦ,
ἐχάρη λίαν, ἀκούσας ὅτι ὑπὲρ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος τά τε νῶτα καὶ
στήθη τυφθέντες καὶ τὰς ὄψεις γραφέντες μετὰ παρρησίας ἐκήρυττον τὸ τῆς
οἰκονομίας μυστήριον, καὶ ὡς οὐχ ὑπεβλήθησαν ἢ ἡττήθησαν τοσαύτας βασάνους ὑπὸ
τοῦ τυράννου δεξάμενοι. ὅθεν καὶ δι᾿ ἐπιστολῶν ἐδήλωσεν αὐτοῖς οὑτωσὶ λέγων (οὐ
γὰρ ἔβλεπον ἀλλήλους πρὸς πρόσωπον, εἰ μή τί γε δι᾿ ἐπιστολῶν, καὶ τοῦτο μόλις
συγχωρούμενον)· «γέγηθα, τέκνα μου πνευματικά, τῇ ὑμῶν παρρησίᾳ, ἀκούσας καὶ τὰς
ὑμῶν ἀριστείας καὶ διὰ Χριστὸν μαρτυρίας. καὶ μακαρίζω ὑμῶν τὰ μέλη, τὰ
καταξανθέντα μάστιξιν ὑπὲρ τοῦ πλαστουργοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὰ
νῶτα δεδωκότος ὑπὲρ ἡμῶν εἰς μάστιγας. ὑπερεπαινῶ δὲ καὶ περιπτύσσομαι τὰ στήθη
καὶ νῶτα τοῖς αἵμασι καταρραντισθέντα διὰ τὸ δι᾿ ἡμᾶς ἐκ τῆς λόγχῃ τρωθείσης
ζωοποιοῦ πλευρᾶς ῥεῦσαν θεῖόν τε καὶ σωτήριον αἷμα. Ἀσπάζομαι τὰ τίμιά μοι καὶ
φίλτατα πρόσωπα ἐκεῖνα, τὰ διὰ τὸν σεπτὸν τοῦ κυρίου χαρακτῆρα κατασημανθέντα
χαράγμασιν. καταφιλῶ τὰς ἐμψύχους εἰκόνας καὶ μορφάς, τὰς ὑπὲρ τῆς
ἀναστηλουμένης καὶ γραφομένης εἰκόνος καὶ μορφῆς τοῦ λυτρωτοῦ μου καὶ σωτῆρος
σιδήρῳ κατακεντηθεῖσας καὶ μελανθεῖσας. χαίρετε τοίνυν ἐπὶ τούτοις, τεκνία μου,
καὶ κραταιούσθω ὑμῶν ἡ καρδία, ὅτι ἀληθῶς ἑαυτοὺς ἀπεδείξατε οἰκήτορας ὄντας τῆς
ἁγίας πόλεως Ὶερουσαλὴμ καὶ ἀπογόνους καὶ ὁμοχώρους τῶν ἁγίων τριῶν παίδων, τῶν
τὴν Βαβυλωνίαν κατασβεσάντων κάμινον, καὶ τῶν λοιπῶν ἑπτὰ τῶν Μακκαβαίων λέγω
παίδων σὺν γηραιῷ Ἐλεάζαρ τῶν καταισχυνάντων τὸν
[p. 98] εἰδωλολάτρην
Ἀντίοχον. εὔχομαι δὲ καὶ μέχρι τέλους τῷ Θεῷ δοθῆναι ὑμῖν καρτερίαν καὶ
ὑπομονήν, ὅπως εἰς τέλος καταισχύνωμεν καὶ καταλύσωμεν τὸ τοῦ τυράννου ἄθεον
δόγμα οἱ τῆς ἁγίας Ὶερουσαλὴμ πολῖται. τί δέ εἰσιν τὰ ἐν ταῖς ὑμῶν ὄψεσι
γραφέντα, δι᾿ ἐπιστολῆς ὑμῶν διδαχθῶ, καὶ τί προστέταχε καθ᾿ ὑμῶν ὁ παμβέβηλος
ἄναξ καὶ τί ἐπαπειλοῦσιν ἡμῖν ἢ βουλεύονται ἕτερον κατὰ τῆς ἡμῶν ταλαιπωρίας τὴν
προσκύνησιν δὲ διὰ ταύτης μου τῆς ἐπιστολῆς ὁ καρτερικώτατος καὶ δεύτερος Ἰὼβ
ἀπονέμει τῇ ὑμῶν ἀγάπῃ. τὰ δὲ καθ᾿ ἡμῶν καὶ οἷα οὐ μὴ διέλαθε τῇ ὑμῶν ἐνθέῳ καὶ
θεοφιλεῖ εὐλαβείᾳ. οὐ μόνον δὲ ἀλλὰ καὶ ὁ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς καὶ
πρόμαχος Μεθόδιος τὴν προσκύνησιν δι᾿ ἐμοῦ ἀπονέμει ὑμῖν, πάμπολλα ὑμῶν
ὑπερευχόμενος, μαθὼν τὰ ὑμῶν κατὰ τῆς ἀσεβείας ἀριστεύματα.»
οὗτος γὰρ ὁ
πανόλβιος καὶ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς Μεθόδιος πλείστας ἐπιστολὰς πέπομφε
τῷ πανιέρῳ Μιχαήλ, δεσπότην ἀποκαλῶν καὶ πατέρα καὶ κηδεμόνα καὶ ἄξιον πολίτην
τῆς τῶν οὐρανῶν βασιλείας· ὁμοίως δὲ καὶ τοῖς αὐτοῦ συναγωνισταῖς, Θεόδωρον λέγω
καὶ Θεοφάνην, οὐ διέλειπε γράφων καὶ ἐπιστηρίζων, καὶ ὄντων αὐτῶν ὑπερορίων ἐν
τῇ νήσῳ Ἀφουσίᾳ. ὁ γὰρ ἐν ἁγίοις καὶ μέγας Μεθόδιος πολλὰς καὶ διαφόρους
ὑπερορίας καὶ μάστιγας διὰ Χριστὸν καὶ τὴν αὐτοῦ ἁγίαν καὶ προσκυνητὴν εἰκόνα
παρὰ τῶν ἀσεβῶν εἰκονοκαυστῶν ὑπέστη, καὶ ἐν τῷ αὐτῷ Πραιτωρίῳ, ἐν ᾧ καὶ οἱ
ἅγιοι καὶ θεοφόροι ἡμῶν πατέρες ὑπῆρχον ἐναπόκλειστοι, οὐκ ὀλίγους διετέλεσεν
ἐγκεκλεισμένος χρόνους. ὅθεν καὶ ἀλλήλοις δι᾿ ἐπιστολῶν γράφειν καὶ ἐπιστηρίζειν
πρὸς τὸν τῆς εὐσεβείας ἀγῶνα οὐ διελίμπανον.
τούτων δὲ οὕτως ἐχόντων καὶ
τῶν ἁγίων καὶ ὁμολογητῶν ἡμῶν πατέρων ὄντων ἑβδομάδος χρόνῳ ἐναποκλείστων ἐν τῇ
τοῦ Πραιτωρίου εἱρκτῇ, τί θαυματουργεῖ ὁ τῶν ὅλων θεός, ὁ μὴ ἐῶν Ϡτὴν ῥάβδον τῶν
ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίωνϠ ἐπὶ πολὺ ἐγκαρτερῆσαι πρὸς τὸ μὴ ἐκτεῖναι
τοὺς δικαίους τὰς ἑαυτῶν Ϡἐν ἀνομίαις χεῖρας,Ϡ ὁ λυτρούμενος τὴν αὐτοῦ ἐκκλησίαν
ἐκ τῶν αὐτῆς πολεμίων αὐτὸς γὰρ εἴρηξε τῷ Πέτρῳ ὅτι Ϡἐπὶ
[p. 100] τῇ
πεπετρωμένῃ σου πίστει οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ
κατισχύσουσιν αὐτῆς,Ϡ πύλας ᾅδου τοὺς ἐπαλλήλους πειρασμοὺς τῆς αὐτοῦ ἐκκλησίας
καλέσας.
25. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δὴ ὁ προλεχθεὶς ἀσεβέστατος ἄναξ
τέλει τοῦ βίου ἐχρησατο, τῷ αἰωνίῳ καὶ ἀτελευτήτῳ πυρὶ εἰς αἰῶνας
κολασθησόμενος. τούτου δὲ ἡ βασιλεία καὶ τὸ κράτος εἰς Θεοδώραν τὴν αὐτοῦ
σύνευνον καὶ Μιχαὴλ τῷ αὐτῶν υἱῷ διέβαινεν. ὅθεν σπουδαίαν καὶ νεανικὴν ἡ
Θεοδώρα τὴν φροντίδα τίθεται πρὸ τῶν ἄλλων ἁπάντων ἀριστευμάτων καὶ φιλοτιμιῶν,
ἐξ ὧν βασιλεῖς εὐδοκιμεῖν πεφύκασι, μὴ ἂν ἄλλως ἀσφαλῆ τὴν ἀρχὴν ἑαυτῇ
καταστήσασθαι καὶ ἀνδρείαν ἐν θηλείας προσχήματι γενναιότητα ἐπιδείξασθαι, εἰ μὴ
ἵλεων τὸν θεὸν διὰ τῆς τῶν εὐσεβῶν δογμάτων καὶ τῆς τῶν σεπτῶν εἰκόνων φαιδρᾶς
ἀνατυπώσεως ἀπεργάσεται καὶ τοὺς ἤδη διασχισθέντας εἰς ἑνότητα μίαν συνάψειεν,
ἵνα διὰ τῆς αὐτῶν ἑνώσεως ἡ τῶν ἀποστολικῶν καὶ πατρικῶν δογμάτων βεβαία καὶ
ἀστασίαστος ὀρθοτομία τῆς πίστεως διασώζοιτο.
ταῦτα τοιγαροῦν σοφῇ
ἀγχινοίᾳ σκοπήσασα καὶ λελογισμένῃ συνέσει, ἐκέλευσε τοὺς ὑπὲρ τῆς ὀρθοδόξου
πίστεως εἴτε ἐν ὑπερορίαις παραπεμφθέντας ἢ ἐν φυλακαῖς ἐναποκλείστους ὄντας
ἀνακληθῆναί τε καὶ ἀπολυθῆναι καὶ ἐν τῇ βασιλευούσῃ πόλει πρὸς ἀυτὴν
παραγενέσθαι. τῶν δὲ προσταγμάτων πανταχόσε διαθεόντων καὶ ἐπισυναγόντων τοὺς
τοῦ Χριστοῦ ὁμολογητὰς καὶ μάρτυρας, ἥκασιν αἱ τοῦ Χριστοῦ ἔμπνοοι στῆλαι ἐκ
διαφόρων χωρῶν τε καὶ πόλεων, ὡς ἐκ λειμώνων ἐαρινῶν πάντερπνα ἄνθη. καὶ ἦν
ἰδέσθαι τὸ γραφικὸν ἐκεῖνο πληρουμένον λόγιον τὸ φάσκον· Ϡἆρον κύκλῳ τοὺς
ὀφθαλμούς σου, Σιών, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου ἐν σοί. ἥκασι γὰρ ἀπὸ
ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότουϠ προσκυνῆσαι περιγραπτὸν τῷ βασιλεῖ σου
ἐν σοί. καὶ δὴ τούτων συναθροισθέντων, προστέταχεν ἡ θεοσεβὴς Θεοδώρα ἔν τινι
ἀφωρισωμένῳ τῶν ἀνακτόρων οἴκῳ ἅπαν τὸ ἐκκλησιαστικὸν καὶ ἀθλητικὸν στῖφος
συναθροισθῆναι, παρούσης καὶ
[p. 102] τῆς συγκλήτου πάσης καὶ πολὺ πλῆθος
τοῦ λοιποῦ λαοῦ, ὅπως περὶ τοῦ τῶν σεπτῶν εἰκόνων ὀρθοδόξου δόγματος τρανέστατα
τῷ λαῷ διαγγεῖλαι. καὶ δὴ ψήφῳ θείᾳ τῆς προειρημένης βασιλίσσης καὶ τοῦ ταύτης
νέου υἱοῦ, Μιχαήλ φημι τοῦ ἄνακτος, καὶ τῶν τοῦ θεοῦ ἱεραρχῶν καὶ ὁσιομαρτύρων,
τοὺς κατὰ τῶν θείων εἰκόνων λυττήσαντας παντοίοις ἀναθέμασι καθυπέβαλλον, ὥστε
τῇ ἀθρόᾳ καὶ ἀδοκήτῳ τῶν πραγμάτων μεταβολῇ παραπληξίᾳ καὶ σκοτώσει λογισμῶν τὸν
τηνικαῦτα δυσσεβῶς τῆς ἀρχιερωσύνης ἐπειλημμένον Ἰωάννην μικροῦ δεῖν τὴν
παμβέβηλον ψυχὴν ἀπορρῆξαι. οὗτινος λοιμοῦ καὶ φθορέως προστάξαι τῶν εὐσεβῶν
βασιλέων καὶ τῆς τῶν θείων πατέρων ἱερᾶς συνόδου καθαιρεθέντος καὶ τελείῳ
ἀναθέματι ὑποβληθέντος καὶ ἀτίμως ἐξεωθέντος τοῦ τε ἀποστολικοῦ θρόνου καὶ τῆς
πόλεως, φροντὶς ἦν μία κοινὴ πᾶσι, τὸ τίνα ἀποκαλύψειε κύριος ὁ θεὸς ἰθύνειν καὶ
διέπειν τὸν ἀρχιερατκὸν τῆς ἐκκλησίας θρόνον. ἅπαντες γὰρ ἀπέβλεπον πρὸς τὸν
μέγαν τῆς εὐσεβείας ἀγωνιστὴν, τὸν πάνσοφον λέγω Μιχαὴλ, ὡς ἅτε συγκέλλου αὐτοῦ
ὄντος τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως καὶ σοφοῦ τὰ θεῖα καὶ πολλὰς
ὑπομεμενηκότος ποινάς τε καὶ μάστιγας ὑπὲρ Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος ὥστε
τούτῳ προχειρισθῆναι τοὺς τῆς ἐκκλησίας οἴακας.
26. ὁ δὲ πατὴρ ἡμῶν καὶ
μέγας Μιχαὴλ τοῦτο μὴ ἀνασχόμενος, (τὴν γὰρ ἀψευδῆ ταπείνωσιν τοῦ Χριστοῦ
ἠσπάζετο πάντοτε) εὐτελῆ ἑαυτὸν καὶ ἀνάξιον λέγων εἶναι τοῦ τοιούτου
ἐγχειρήματος, σὺν τούτῳ τοίνυν τῷ πανσόφῳ Μιχαὴλ βουλῇ καλῇ χρησαμένη ἡ τοῦ θεοῦ
σύνοδος σὺν τῇ προλεχθείσῃ βασιλίσσῃ ἀποστεῖλαι διέγνωσαν πρὸς τὸν μέγαν
Ἰωαννίκιον, φωστῆρος δίκην λάμποντος [λεγε· λάμποντα] τότε ταῖς κατὰ θεὸν
ἀρεταῖς τῇ τε προοράσει καὶ τοῖς θαύμασιν ἐν τῷ τοῦ Ὀλύμπου ὄρει σὺν τῷ αὐτοῦ
συναγωνιστῇ Εὐστρατίῳ τῷ θαυματουργῷ καὶ ἡγουμένῳ τῆς τῶν Ἀγαύρων μονῆς. τοῦτο
δὴ καὶ πεποιήκασιν, ἀποστείλαντες δύο μὲν ἐκ τῆς ἱερᾶς συνόδου καὶ ἐκ τῶν
βασιλικῶν αὐλῶν σπαθάριον οὕτω λεγόμενον. οἵτινες ἀπελθόντες καὶ τῷ ὄρει
προσβαλόντες καὶ εὑρόντες τὸν ἅγιον ἐν τῇ Λαύρᾳ τοῦ ἁγίου προφήτου Ὴλίου διὰ τὴν
τῶν αἱρετικῶν ἄμυναν, δῆλα τούτῳ ἐποίησαν τὰ δόξαντα τῇ τε ἁγίᾳ συνόδῳ καὶ τοῖς
φιλοχρίστοις βασιλεῦσιν.
[p. 104]
ὁ δὲ τοῦ θεοῦ ἄνθρωπος ὁ μέγας
Ἰωαννίκιος τούτων ἀκούσας ἐχάρη λίαν καὶ μηδὲ μελλήσας προσάγει δέησιν κυρίῳ τῷ
θεῷ ἐλεῆσαι τὴν αὐτοῦ ποίμνην καὶ ἀναδεῖξαι τὸν μέλλοντα ἀξίως ποιμᾶναι τὴν
αὐτοῦ ὀρθόδοξον καὶ ἱερὰν ποίμνην, ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι. Ἀποκλείσας
γὰρ κατὰ τῶν προλεχθέντων ὁσίων ἀνδρῶν τοῦ σπηλοειδοῦς ἐκείνου καὶ βραχυτάτου
οἰκήματος θύραν ἐκέλευσεν αὐτοὺς συναγωνισθῆναι αὐτῷ ταῖς εὐχαῖς, ὅπως τὸ
συμφέρον Κύριος φανερώσῃ. Μετὰ δὲ ἑβδόμην ἡμέραν τῆς πρὸς Θεὸν αὐτοῦ δεήσεως
ἀνοίξας τὴν προλεχθεῖσαν θύραν καὶ εξελθὼν ἐπιδίδωσιν αὐτοῖς ῥάβδον, τοῦτο πρὸς
αὐτοὺς λέξας· «ἀπέλθετε, τέκνα, καὶ ἐπίδοτε τὴν ῥάβδον ταύτην Μεθοδίῳ μοναχῷ καὶ
πρεσβυτέρῳ, τῷ ὄντι ἐξορίστῳ ἐν τῇ τῶν Ἐλεοβωμητῶν μονῇ.» Καὶ ἀπέλυσεν αὐτοὺς
ἐπευξάμενος.
οἱ δὲ προλεχθέντες εὐλαβεῖς ἄνδρες, οἵ τε ἀρχιερεῖς καὶ ὁ
σπαθάριος, καταλαβόντες τὴν πανευδαίμονα Κωνσταντινούπολιν δῆλα ταῦτα
πεποιήκασιν τῇ τε συνόδῳ καὶ τοῖς βασιλεῦσιν. οἱ δὲ εὐθέως ἐκέλευσαν διὰ
ταχυδρόμου τὸν προλεχθέντα πανόσιον ἄνδρα καταλαβεῖν τὴν βασιλεύουσαν
μεγαλόπολιν· τοῦτο γὰρ ἐδήλωσεν ἡ ἐπιδοθεῖσα παρὰ τοῦ ἁγίου ῥάβδος, σημαίνουσα
τὸν μέλλοντα ποιμᾶναι τὴν τοῦ θεοῦ ἁγίαν καὶ ἀποστολικὴν ἐκκλησίαν. οὗτος γάρ
ἐστιν, ἀδελφοί, ὁ προειρημένος Μεθόδιος, περὶ οὗ μνείαν ἀνωτέρω πεποιήμεθα.
27. καὶ δὴ τούτου γενομένου καὶ τοῦ ἁγίου Μεθοδίου καταλαβόντος τὴν
πανευδαίμονα Κωνσταντινούπολιν, ἐν ᾗ καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ ἁγίας
καὶ σεβασμίας εἰκόνος πολλῶν βασάνων πεῖραν εἰλήφει, χειροτονεῖται ψήφῳ θείᾳ καὶ
τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καὶ ἀποκαθίσταται εἰς τὸν ἐκ θεοῦ αὐτῷ
ἀποκαλυφθέντα ἀποστολικὸν θρόνον. τούτων δὲ οὕτως γεγονότων, τοὺς μὲν αἱρετικοὺς
καὶ αὐτὸς μυρίοις ἀναθέμασι καθυπέβαλλεν, καὶ τοὺς ἱερεῖς ἅπαντας ἐκκαθάρας τὴν
τοῦ θεοῦ ἐκκλησίαν τῆς αὐτῶν τυραννίδος ἠλευθέρωσε. τότε δὴ τότε καὶ τὸν
ἡμέτερον τῆς εὐσεβείας ἀγωνιστὴν πατέρα καὶ θεοφόρον Μιχαὴλ κελεύσει τῶν
ὀρθοδόξων βασιλέων σύγκελλον ἑαυτοῦ καὶ ἡγούμενον τῆς μεγάλης μονῆς τῆς Χώρας
κεχειροτόνηκεν.
[p. 106]
28. ἐπεὶ δὲ τῆς τοιαύτης βασιλικῆς καὶ
ὀρθοδόξου μονῆς τῆς Χώρας μνείαν πεποίημαι, μικρόν τι λέξω καὶ τὰ περὶ αὐτῆς.
αὕτη τοίνυν ἡ προλεχθεῖσα σεβασμία μονὴ κτίζεται μὲν παρὰ τοῦ εὐσεβεστάτου καὶ
ἀοιδίμου ἄνακτος Ἰουστινιανοῦ, μεγάλη λίαν καὶ φαιδρὰ καὶ ὑπέρλαμπρος. ταύτην
τοιγαροῦν τὴν μονὴν εἴ τις καλέσειεν ὄρος Θεοῦ καὶ ὄρος Χωρὴβ ὅρος τε Καρμήλιον
ἢ Σίναιον ὄρος εἴτε Θαβώριον εἴτε Λίβανον ἢ καὶ πόλιν ἁγίαν ὡς ἐν ὄρει τῶν ἐν
Ὶεροσολύμοις κειμένην οὐχ ἁμαρτήσει τοῦ πρέποντος. ταύτην τοίνυν τὴν πανίερον
μονὴν ὁ προλεχθεὶς ἀοίδιμος ἄναξ τοὺς ἀπὸ Ὶεροσολύμων παραγινομένους ἱερεῖς τε
καὶ μονάζοντας ἐκέλευσεν ἐν αὐτῇ ἀναπαύεσθαι, τὰς δὲ αὐτῶν χρείας ἐκ τῶν
βασιλικῶν ταμιείων τούτοις δίδοσθαι.
δι᾿ ἣν δὲ αἰτίαν ἡ τοιαύτη
πρόσταξις παρὰ τοῦ εὐσεβοῦς ἄνακτος γέγονεν, ἔνθεν ἐρῶ. τοιοῦτος γὰρ μέχρις ἡμῶν
κατήντηκε λόγος ἀνέκαθε πρὸς πατρὸς παιδίῳ παραδιδόμενος, ὡς ὁ ἐν ἁγίοις πατὴρ
ἡμῶν καὶ θεοφόρος Σάβας ἀποσταλεὶς παρὰ τοῦ τότε πατριαρχοῦντος Ὶεροσολύμων
Πέτρου τοὔνομα πρὸς τὸν προλεχθέντα εὐσεβῆ ἄνακτα περὶ τῶν γεγονότων ἐφόδων καὶ
αἰχμαλωσιῶν παρὰ τῶν ἀθέων Σαμαρειτῶν καὶ τῶν ὑπ᾿ αὐτῶν ἐμπρησθέντων τοῦ Θεοῦ
εὐκτηρίων οἴκων, ὅπως κελεύσῃ ἡ αὐτοῦ θεόστεπτος καὶ ἄχραντος κορυφὴ τοὺς μὲν
εὐκτηρίους τοῦ Θεοῦ οἴκους κτισθῆναι, τοὺς δὲ ἀθέους καὶ παμβεβήλους Σαμαρείτας
ἐξεωθῆναι, καὶ ἐκ τῆς αὐτῶν τυραννίδος ἐλευθερωθῆναι τὴν τοῦ Θεοῦ ἁγίαν πόλιν
καὶ τοῖς περὶ αὐτὴν ὁρίοις· ὃ δὴ καὶ πεποίηκε κατὰ τὴν προλεχθεῖσαν παράκλησιν
τοῦ σεβασμίου πατρὸς ἡμῶν Σάβα.
παραχειμάσαντος γὰρ τοῦ προλεχθέντος
σεβασμίου πατρὸς ἐν τῇ πανευδαίμονι Κωνσταντινουπόλει, ἀπέστειλε τοῦτον ὁ
προλεχθεὶς εὐσεβὴς ἄναξ εἰς τὴν τοιαύτην μονήν, ἤδη τέλος τῆς ἀποκαταστάσεως
ἐχούσης, πρὸς τὸ κατοπτεῦσαι καὶ εὐλογῆσαι τὴν τοιαύτην παρ᾿ αὐτοῦ κτισθεῖσαν
μονήν. ἀκήκοεν γάρ, ὅτι πλεῖστα μοναστήρια ὁ ἐν ἁγίοις Σάβας ἐν τῇ ἁγίᾳ Χριστοῦ
τοῦ θεοῦ ἡμῶν πόλει καὶ τῇ ταύτης ἐρήμῳ πεποίηκεν. εἰς ἣν εἰσελθὼν ὁ παμμάκαρ
πατὴρ ἡμῶν Σάβας πάνυ ἠγάσθη τοῦ τε τόπου καὶ τῆς ποικίλης κατασκευῆς. ἔστιν γὰρ
ἡ τοιαύτη
[p. 108] σεβασμία μονὴ οἱονεὶ τειχίῳ περιπεφραγμένη πάντοθεν καὶ
ἀποκεχωρισμένη τῆς τῶν κοσμικῶν διαγωγῆς τε καὶ συναυλίας καὶ ὥσπερ πόλις
ἀκράδαντος ἐπ᾿ ὄρους κειμένη, καὶ τῶν οὐρανῶν ἁπτομένη τῇ τῶν κτισμάτων ὑψότητι.
ταύτης οὖν ἕνεκα τῆς αἰτίας ἔκτοτε οἱ ἀπὸ Ὶεροσολύμων παραγενόμενοι ἐν τῇ
Κωνσταντινουπόλει ἐν ταύτῃ παρὰ τῶν εὐσεβῶν βασιλέων ἀπεστέλλοντο. ὅθεν καὶ οἱ
πανένδοξοι καὶ ἅγιοι τοῦ Χριστοῦ ὁμολογηταὶ καὶ μάρτυρες παρὰ τοῦ πανεχθίστου
καὶ θηριωνύμου ἄνακτος ἐν τῇ αὐτῇ ἀπεστάλησαν μονῇ ἀπὸ Ὶεροσολύμων
παραγενόμενοι.
ταύτην τοίνυν τὴν μονὴν εὐθηνουμένην πάνυ ἔν τε χρήμασι
καὶ κτήμασι καὶ ἀναλώμασιν ὁ ἀσεβὴς καὶ μετὰ τὸν διώκτην διώκτης ὁ τῆς
ἁλουργίδος ἀνάξιος, Κωνσταντῖνος ὁ Κοπρώνυμος, διὰ τὸ ἐν αὐτῇ κατοικεῖν
ὀρθοδόξους καὶ ἁγίους πατέρας, οὐ μὴν ἀλλὰ καὶ διὰ τὸν ἐν ἁγίοις καὶ μέγαν
πατριάρχην Γερμανόν (ὁ γὰρ τούτου θηριώνυμος καὶ πρῶτος αἱρεσιάρχης πατὴρ διὰ τὸ
ὑπ᾿ αὐτοῦ τοῦ θεσπεσίου πατρὸς Γερμανοῦ ἀναθέματι αἰωνίῳ παραδοθῆναι ὡς
εἰκονοκαύστου καὶ ἰουδαόφρονος, καὶ ὑπ᾿ αὐτοῦ ἐξορίστου γεγονότος ἐν ταύτῃ τῇ
προλεχθείσῃ λαμπρᾷ καὶ ὀρθοδόξῳ μονῇ) ἐγύμνωσέ τε καὶ ἐξηφάνισε καὶ μικροῦ δεῖν
κατηδάφισεν. ἐκτυφλώσας γὰρ τὸν τῆς αὐτοῦ ἀδελφῆς Ἄννης σύζυγον, τὸν
ὀρθοδοξότατον ἄνακτα Ἀρτάβασδον τοὔνομα, ἐν ὑπερορίᾳ κατεδίκασεν ἐν τῇ
προλεχθείσῃ μονῇ σὺν τῇ αὐτοῦ συζύγῳ καὶ τοῖς αὐτοῦ ἐννέα παισί, καταγώγιον
κοσμικῶν ἀπεργασάμενος καὶ παντελῶς γυμνώσας αὐτὴν ἐκ τῆς τῶν μοναχῶν συναυλίας.
εἰς ἣν μονὴν κατάκεινται τὰ αὐτῶν ὀρθόδοξα λείψανα.
29. ἐν ταύτῃ τοίνυν
τῇ σεβασμίᾳ μονῇ, κάθως προλέλεκται, ὁ μέγας καὶ ἅγιος πατριάρχης Γερμανὸς τέλει
τοῦ βίου ἐχρήσατο. εἰς ἣν καὶ κατάκειται τὸ καρτερικὸν καὶ ἱερὸν αὐτοῦ λείψανον.
ταύτης ἕνεκα τῆς αἰτίας τὸν ἐν ἁγίοις καὶ ὁμολογητὴν καὶ μέγαν πατέρα ἡμῶν
Μιχαὴλ ὁ ἐν ἁγίοις τελετάρχης Μεθόδιος, ὡς προλέλεκται, ἡγούμενον προὐβάλετο τῆς
τοιαύτης μονῆς. τὸν δὲ πάνσοφον καὶ μέγαν Θεοφάνην μητροπολίτην κεχειροτόνηκεν
τῆς κατὰ Νίκαιαν ἁγιωτάτης ἐκκλησίας (εἰς ἣν πόλιν ἡ
[p. 110] ἁγία καὶ
οἰκουμενικὴ πρώτη σύνοδος κατὰ Ἀρείου τοῦ δυσσεβοῦς ἐπὶ Κωνσταντίνου τοῦ ἐν
ἁγίοις μεγάλου βασιλέως συνηθροίσθη, τῶν τριακοσίων λέγω δέκα καὶ ὀκτὼ ἁγίων
πατέρων). ἐν δὲ τῷ μέλλειν τοῦτον χειροτονεῖσθαι τινὲς τῶν ἀρχιερέων πρὸς τὸν
ἅγιον Μεθόδιον οὑτωσὶ λέλεχαν, ὡς ὅτι οὐκ ὀφείλει τῆς τοιαύτης ἐντὸς γενέσθαι
ἀρχιερωσύνης, μὴ ὄντων τῶν τοιούτων μαρτύρων ἐκ τῆς αὐτῆς γῆς· «ἡμεῖς γὰρ τὰ
κατ᾿ αὐτὸν καὶ τὴν αὐτοῦ πολιτείαν καὶ ἀναστροφὴν οὐ γινώσκομεν.» ὅθεν πρὸς
αὐτοὺς ὁ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς Μεθόδιος ἀποκριθεὶς ἔφη· «πιστεύσατέ μοι,
πατέρες, οὔτε ἐγὼ βουλῆς εἶχον τοῦτον χειροτονίας τοιαύτης μεγίστης ἀξιῶσαι,
ἀλλ᾿ ἡ τοῦ προσώπου αὐτοῦ γραμμὴ καὶ αἱ τοῦ νώτου μάστιγες καὶ ἡ ἐν τῇ ὑπερορίᾳ
καὶ φρουρᾷ πολυετὴς κάθειρξις καὶ ἄκοντά με καὶ μὴ βουλόμενον ἕλκει τοῦτον
χειροτονίας καὶ μεγίστου θρόνου ἄξιον κρῖναι. ἀλλὰ Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός,
ὑπὲρ ὃν πολλὰς ποινὰς καὶ μάστιγας ὑπέμεινε, τοῦτό μοι προσευχομένῳ δεδήλωκεν.»
τότε δὴ τότε καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς καὶ μέγας Μιχαὴλ πρὸς τὸν προλεχθέντα
πατριάρχην Μεθόδιον ἀποκριθεὶς ἔφη· «εἴ τι ἂν ποιῇς καὶ πράττῃς εἰς τὸ ἐμὸν
πνευματικὸν τέκνον, τὸν πάνσοφον Θεοφάνην, τῷ συνεκδήμῳ καὶ συναιχμαλώτῳ ἐμοὶ
ποιεῖς· ἐγὼ γὰρ ἐκεῖνος, καὶ ἐκεῖνος ἐγώ.» ὁ γὰρ ἁγιώτατος πατριάρχης οὕτω
προσεῖχε τοῖς παρὰ τοῦ πατρὸς ἡμῶν, τοῦ ἐν ἁγίοις φημὶ Μιχαήλ, λεγομένοις καὶ
πραττομένοις, ὡς ἐκ θεοῦ καὶ οὐκ ἐξ ἀνθρώπου ἐνεργουμένοις.
30. τούτων
δὲ οὕτως πραχθέντων, ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν καὶ ὁμολογητὴς Θεόδωρος, ὁ γνήσιος
συναίμων τοῦ ἁγίου Θεοφάνους, τέλει τοῦ βίου ἐχρήσατο τῇ εἰκάδι καὶ ἑβδόμῃ τοῦ
δεκεμβρίου μηνός, ζήσας ἔτη ἑβδομήκοντα. οὗτινος καὶ ἡ βίβλος ἡ λεγομένη
ϠΚυνόλυκοςϠ τῆς αὐτοῦ σοφίας τὸ ὑψηλὸν καὶ ἀκρότατον ἀναφανδὸν διαπρυσίως
κηρύττει, τῶν δὲ αἱρετικῶν καὶ εἰκονοκαυστῶν ἐμφράττει τὰ ἀπύλωτα στόματα διὰ
τῶν πανσόφων αὐτοῦ ἀποδείξεων, τῶν ἐκ τῶν θείων γραφῶν συλλεγεισῶν. ὁ δὲ μέγας
καὶ θεοφόρος Θεοφάνης σὺν τῷ αὐτοῦ καθηγητῇ,
[p. 112] τῷ πανσόφῳ Μιχαήλ,
ἐγκωμίοις καταστέψαντες τὴν αὐτοῦ ἁγίαν καὶ θεοφόρον κοίμησιν, τοῦτον κατέθεντο
ἐν θήκαις ὁσίαις καὶ παρέδωκαν τῇ σορῷ τῶν πρὸ αὐτοῦ τετελευτηκότων ἁγίων
πατέρων.
31. τοῦ δὲ ὁμολογητοῦ Θεοφάνους ὀρθοδόξως ποιμάναντος τὴν αὐτοῦ
λογικὴν ποίμνην ἐπὶ τέτρασιν ἔτεσι καὶ καρποὺς πεπείρους τῷ θεῷ προσκομίσαντος,
τῶν δι᾿ αὐτοῦ καὶ τῆς αὐτοῦ πανσόφου διδασκαλίας διασωθέντων εἴσω τῶν λιμένων
τῆς τῶν οὐρανῶν βασιλείας τὰς μακαρίας ψυχὰς αὐτῶν ἀπεθησαύρισεν. τούτου τοίνυν
τοῦ πανσόφου ἀρχιερέως Χριστοῦ τοῦ θεοῦ ἡμῶν καταλαβόντος ποτὲ τὴν πανευδαίμονα
Κωνσταντινούπολιν καὶ πρὸς τὸν τῆς αὐτῆς ἀρχιερέα εἰσελθόντος καὶ τοῦτον
ἀσπασαμένου, παρεγένετο καὶ πρὸς τὴν μονὴν τῆς Χώρας πρὸς τὸν αὐτοῦ καθηγητὴν
καὶ κηδεμόνα, τὸν πάνσοφον Μιχαήλ. καὶ τοῦτον ἀσπασάμενος ἦν σὺν αὐτῷ χρόνον οὐκ
ὀλίγον. καὶ δὴ ἀρρωστίᾳ περιέπεσεν ἐν ᾗ καὶ τετελεύτηκεν. ὅθεν προσκαλεσάμενος
τὸν αὐτοῦ πάνσοφον καὶ μέγαν ποιμενάρχην, Μιχαήλ φημι τὸν πάνυ, φησὶ πρὸς αὐτὸν·
«εὖξαι, πάτερ, τὸ τέκνον σου· ἐκλείπω γάρ, καὶ ἀπόδος κἀμέ, τὸν καρπὸν τῶν πόνων
σου, ὡς καὶ τὸν ἐμὸν ὁμαίμονα καὶ ἀδελφὸν, Χριστῷ τῷ πανυψίστῳ θεῷ· καὶ κήδευσον
τᾶις σαῖς ὁσίαις χερσίν, ὃ μετὰ πολλῶν κόπων καὶ σοφῶν παραινέσεων ἐξέθρεψας
σῶμα· καὶ παράδος με τῷ χοΐ τῶν πατέρων μου. ἰδοὺ γὰρ ἡ δύναμις τοῦ εὐτελοῦς καὶ
δυστήνου μου σαρκίου εἰς τέλος ἐξέλιπεν. καὶ μνείαν ποιοῦ τοῦ σοῦ ὡς ποιμὴν
προβάτου ἐν ταῖς πρὸς θεόν σου ἐντεύξεσιν.» καὶ ταῦτα εἰπὼν καὶ «Ϡεἰς χεῖρας
σου, κύριε, παρατίθημι τὸ πνεῦμά μουϠ» λέξας, παρέδωκε τὴν παναγίαν αὐτοῦ ψυχὴν
εἰς χεῖρας τῶν ἁγίων ἀγγέλων, ὧν καὶ τὸν βίον ζεζήλωκεν. κεκοίμηται δὲ οὗτος ὁ
πάνσοφος ἱεράρχης καὶ ὁμολογητὴς καὶ μάρτυς τοῦ Χριστοῦ Θεοφάνης τῇ ἐνδεκάτῃ τοῦ
ὀκτωβρίου μηνὸς τῆς ἐνάτης ἰνδικτιῶνος, ἐπὶ βασιλείας τῶν φιλοχρίστων καὶ
ὀρθοδόξων βασιλέων, Μιχαὴλ καὶ Θεοδώρας τῆς αὐτοῦ μητρός, ὢν ἐτῶν ἑξήκοντα καὶ
ἑπτά.
[p. 114]
τούτου τοίνυν τοῦ πανσόφου καὶ ἱερομάρτυρος Θεοφάνους ἡ
τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία πολλὰ πονήματα καὶ διδασκαλίας
κατέχει, ὡς θησαυρὸν ἄσυλον παρ᾿ ἑαυτῇ ἀποθησαυρίσασα. οὗτος γὰρ ὁ θεσπέσιος καὶ
μέγας Θεοφάνης δεύτερος Δαβὶδ μελῳδὸς ἀνεδείχθη τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. τὰς γὰρ
θείας πανηγύρεις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ
πανάγνου μητρὸς τῆς εὐλογομένης Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ τῶν αὐτοῦ
ἐνδόξων προφητῶν, ἀποστόλων, μαρτύρων, ὁσίων τε καὶ δικαίων οὐ μὴν ἀλλὰ καὶ
ἀρχαγγέλων κανόσι θείοις εὐμελεστάτοις κατεκόσμησεν.
τοῦτον τοίνυν τὸν
μέγαν καὶ θεοφόρον Θεοφάνην ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν καὶ μέγας Μιχαὴλ ἐγκωμίοις
ἐπιταφίοις καταστέψας καὶ τελευταῖον ἀσπασάμενος, κατέθετο ἐν θήκαις ὁσίαις τῆς
αὐτοῦ σεβασμίας μονῆς πλησίον τοῦ καρτερικοῦ καὶ ἁγίου λειψάνου τοῦ πανσόφου καὶ
ὁμολογητοῦ Γερμανοῦ. καὶ ταῦτα μὲν οὕτως περὶ σεπτῆς καὶ αὐταδέλφου ξυνωρίδος
Θεοδώρου καὶ Θεοφάνους τῶν ὁμολογητῶν καὶ μαρτύρων ἐπράχθη τε καὶ ἐγένετο. οὕτως
γὰρ ἀθλήσαντες καὶ τὸν δρόμον τελέσαντες καὶ τοὺς τυράννους καὶ ἀθέους
αἱρετικοὺς καταισχύναντες τὸν χορὸν κατέλαβον ἐκεῖνον, ὃν ἐπόθησαν, ἐν παρρησίᾳ
πρεσβεύοντες ὑπὲρ τῆς αὐτῶν ὀρθοδόξου καὶ ἱερᾶς ποίμνης, ὡς ποιμένες
ἄριστοι.
32. ἀλλά μοι δεῦρο θεοφόρον καὶ ὀρθοδόξον σύστημα, ὥσπερ ἐκ
δυνάμεως εἰς δύναμιν, οὕτως ἐξ ἁγίων εἰς ἅγιον ἐπανάξωμεν τὸν λόγον καὶ μάθωμεν
τί καὶ περὶ τὸν ἐν ἁγίοις πατέρα ἡμῶν τὸν θεοφόρον καὶ ὁμολογητὴν καὶ μέγαν
Μιχαὴλ ὁ τῶν ὅλων θεὸς θαυματουργεῖ· καθὼς γὰρ πρροείπομεν, μετὰ τὸ προβληθῆναι
αὐτὸν εἰς τὴν τοιαύτην μονὴν ἡγούμενον, εὗρεν αὐτὴν πάνυ ὀλιγωθεῖσαν καὶ μικροῦ
δεῖν κατεσκαμμένην. παρὰ γὰρ τῶν ἀθέων αἱρετικῶν, καθὼς προλέλεκται,
[p.
116] ἐκδιωχθέντων τῶν μοναχῶν ἐκ τῆς τοιαύτης μονῆς καὶ σκηνωσάντων πάνυ ὀλίγων
ἔν τινι ἀγρῷ τῆς αὐτῆς μονῆς, Καστώρεον οὕτω λεγόμενον, ἐν τῷ ναῷ τοῦ ἁγίου
μάρτυρος Τρύφωνος καὶ μετὰ πολλῆς στενοχωρίας τὸν ἑαυτῶν βίον διαγόντων, ὁ
πανόσιος πατὴρ ἡμῶν Μιχαὴλ ἀποστείλας καὶ τούτους πρὸς ἑαυτὸν ἀγαγὼν καὶ τῇ
αὐτῶν μονῇ καθιδρύσας, ἦν σὺν αὐτοῖς ἐκτελῶν τὴν τοῦ θεοῦ δοξολογίαν. Καὶ δὴ τῆς
τοῦ θεοῦ προνοίας τῆς πάντα καλῶς οἰκονομούσης πρὸς τὸ μεγαλύναι τὸν αὐτῆς
ὑπέρμαχον καὶ θεοφόρον Μιχαήλ, οὐ μετὰ πολὺν χρόνον ἐπληθύνθη ἡ αὐτοῦ συνοδία,
καὶ ἔφθασεν μέχρι τῶν ἑκατὸν μοναχῶν.
ὡς δὲ περὶ τῶν σωματικῶν χρειῶν
ἐστενοῦτο πάνυ ἡ αὐτοῦ ἐνάρετος καὶ θεοφιλὴς συνοδία (λίαν γὰρ ἐν στενώσει
ὑπῆρχεν ἡ τοιαύτη μονὴ περὶ τῶν τοιούτων χρειῶν) βουλῇ θεαρέστῳ χρησάμενος πρὸς
τὸν ἐν ἁγίοις καὶ μέγα πατριάρχην Μεθόδιον ἐπανῆλθεν, καὶ δῆλα ταῦτα τούτῳ ποιεῖ
καὶ ζητεῖ παρ᾿ αὐτοῦ βοήθειαν, ὥστε μὴ τὴν αὐτοῦ συνοδίαν διὰ τὴν κατέχουσαν
αὐτοὺς σπάνιν τῶν ἐδωδίμων σκορπισθῆναι καὶ ὑποχωρῆσαι. ὁ δὲ μέγας Μεθόδιος
τοῦτον παραλαβὼν ἀνέρχεται πρὸς τὸν μέγα καὶ ὀρθόδοξον ἄνακτα Μιχαὴλ καὶ τὴν
αὐτοῦ θεοσεβεστάτην μητέρα καὶ δῆλα ποιεῖ ταῦτα τῷ θεοστέπτῳ σκηπτούχῳ. καὶ
αἰτοῦνται παρ᾿ αὐτοῦ συμμαχίαν, ὥστε ὅπου ἂν ἐξεδόθη παρὰ τοῦ βεβήλου καὶ
Κοπρωνύμου βασιλέως τῆς αὐτῆς εὐαγεστάτης μονῆς, εἴτε οἴκημα εἴτε καὶ ἀγρός,
κελεύσῃ ἡ αὐτοῦ θεόστεπτος βασιλεία ἀνυπερθέτως χωρὶς πάσης ἀντιλογίας
ἀποδοθῆναι πάντα πρὸς τὴν τοιαύτην αὐτοῦ βασιλικὴν μονήν. καὶ δὴ τούτου
γεγονότος καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ τῆς αὐτοῦ συνοδίας ἐν εὐθηνίᾳ πολλῇ
καταστάντος, ηὔξανεν ἡ τοῦ Θεοῦ ποίμνη, καὶ Ϡπροέκοπτε ταῖς κατὰ θεὸν ἀρεταῖςϠ
καὶ ταῖς πανσόφοις αὐτοῦ διδασκαλίαις καὶ παραινέσεσιν. ὅθεν καὶ διέλαμπεν ἡ
αὐτοῦ ἐνάρετος πολιτεία φωστῆρος δίκην, ὥστε πάντας σχεδὸν τοὺς τοῦ παλατίου καὶ
τῆς καθολικῆς ἐκκλησίας φοιτᾶν πρὸς αὐτὸν εὐχῆς χάριν καὶ ἀπολαύσεως τῆς αὐτοῦ
πανσόφου διδασκαλίας. Ταῦτα δὲ ἀκούων καὶ ὁ μέγας
[p. 118] πατριάρχης
Μεθόδιος ἔχαιρε, ὅτι ἡ τοῦ Θεοῦ ἐκκλησία τοιούτοις ἀνδράσι κατεκεκόσμητο. Ἀλλὰ
καὶ αὐτὸς μικροῦ δεῖν ἀχώριστος ἦν πάντοτε τοῦ θεοφόρου Μιχαὴλ.
33. ὡς δὲ
ταῦτα οὕτως εἶχεν, ἔφθασε καὶ ἡ ἁγία αὐτοῦ καὶ ἔνδοξος ἐκ τοῦ βίου τούτου τοῦ
ματαίου μετάστασις. εἰς γὰρ ἔσχατον γῆρας ἦν ἐληλακώς, μέχρι που τῶν ὀγδοήκοντα
καὶ πέντε ἐτῶν. ἤσχαλλε γὰρ καὶ ἐδυσφόρει καὶ ἐσπούδαζεν δεόμενος τοῦ θεοῦ
νυκτὸς καὶ ἡμέρας, ὥστε αὐτὸν Ϡἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναιϠ κατὰ τὸν μακάριον
Παῦλον, μετὰ τῶν αὐτοῦ φοιτητῶν καὶ ὀπαδῶν, Θεοδώρου φημὶ καὶ Θεοφάνους. ὁ δὲ
τῶν ὅλων θεὸς προσέσχε τῇ δεήσει τοῦ οἰκείου θεράποντος καὶ διὰ νυκτερινῆς ὄψεως
δήλην αὐτῷ ποιεῖται τὴν αὐτοῦ μετάστασιν. ἡσυχάζοντι γὰρ αὐτῷ κατὰ τὸ ἔθος τῶν
νηστειῶν τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως παρίσταται αὐτῷ τοῦ θεοῦ
ἄγγελος λέγων αὐτῷ· «Μιχαήλ, Μιχαήλ, ἀνάστα καὶ ἑτοίμασον σαυτόν. ὁ γὰρ τῶν ὅλων
θεὸς κέκληκέ σε καὶ ἐκέλευσεν ἀναλῦσαί σε ἐκ τοῦδε τοῦ ματαίου βίου καὶ
ἀπαλλαγῆναι τῶν πολλῶν κόπων καὶ μόχθων καὶ σὺν αὐτῷ εἶναι ἐν τῇ ἀναπαύσει τῶν
δικαίων. μετὰ γὰρ δέκα ἡμέρας ἔρχει πρὸς αὐτὸν.»
ὡς δὲ ἔξυπνος ἐγένετο ὁ
τοῦ θεοῦ ἄνθρωπος ὁ μέγας Μιχαήλ, σύνδακρυς γεγονὼς εὐθέως εἰς εὐχὴν ἔστη καὶ
πρὸς τὸν θεὸν εὐχόμενος μετὰ δακρύων καὶ πολλῆς χαρᾶς ἔλεγεν· «εὐχαριστῶ σοι,
Χριστὲ ὁ θεός μου, ὅτι εἰσήκουσας τῆς εὐτελοῦς μου δεήσεως καὶ ἐκέλευσάς με πρὸς
σὲ ἐλθεῖν· αὐτός, κύριε ὁ θεός μου, τὴν ποίμνην, ἥν μοι ἀναξίῳ ὄντι πεπίστευκας,
ἐκ πάσης αἱρέσεως ψυχοβλαβοῦς καὶ πάντων τῶν τοῦ πονηροῦ ἐπιτηδευμάτων, ἀβλαβῆ
καὶ ἀκράδαντον διατήρησον καὶ στήτω μέχρις ἡμῶν τῶν δούλων σου ἡ τῶν αἱρετικῶν
θρασύτης καὶ ὁ κατὰ τῆς ἐκκλησίας σου πόλεμος καὶ ἡμεῖς γενώμεθα τέλος τῆς
μαρτυρίας τῶν ὑπὲρ σοῦ ἀθλησάντων ἁγίων· καὶ παῦσον τὰ σκάνδαλα τῆς ἁγίας
καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας σου, ἣν περιποιήσω τῷ ἰδίῳ σου αἵματι. ὅτι
πρέπει σοι ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.»
[p. 120]
34. ταῦτα αὐτοῦ
εὐξαμένου, ἐκέλευσε κροῦσαι τὸ ξύλον. καὶ συναχθείσης τῆς αὐτοῦ ἁγίας συνοδίας,
ἤρξατο τῶν ὀρθρινῶν ὕμνων τῆς τοῦ θεοῦ δοξολογίας. τῆς δὲ κρούσεως τοῦ ξύλου
παρὰ τὸ εἰωθὸς γενομένης, ἐπυνθάνοντο οἱ αὐτοῦ φοιτηταὶ λέγοντες· «τίς ἡ αἰτία,
πάτερ, δι᾿ ἣν οὕτως παρὰ τὸ εἰωθὸς τοῦτο πεποίηκας» τότε δὲ μετὰ τὴν ἀπόλυσιν
τῶν ἑωθινῶν ὕμνων λέγει αὐτοῖς ὁ θεσπέσιος Μιχαήλ· «μηδὲν ὑμῖν λυπηρὸν
καταφανεῖ, τέκνα μου ἀγαπητά· ὁ γὰρ κύριός μου Ἰησοῦς Χριστὸς προσεκαλέσατό με
τοῦ ἀναλῦσαι καὶ σὺν αὐτῷ εἶναί με.»
τούτων δὲ εἰς ἐπήκοον πάντων
λεχθέντων, λύπης ἐπληρώθησαν πάντες καὶ δακρύων πολλῶν, τὴν ὀρφανίαν αὐτῶν μὴ
φέροντες. τοῦ δὲ ὁσίου πατρὸς ἡμῶν τούτοις ἐν τῇ καρδίᾳ λαλήσαντος καὶ
παρακλητικοῖς λόγοις νουθετήσαντος, ἤρξατο λέγειν οὕτως· «τέκνα μου ἀγαπητά, μὴ
ἐπιλάθεσθε τῶν ἐμῶν ἐντολῶν, μᾶλλον δὲ τῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μὴ
χαυνωθῆ ὑμῶν ὁ λογισμὸς μήτε ὀκνήσῃ πρὸς τὴν τοῦ θεοῦ λειτουργίαν. ἀλλὰ πάσης
ἀγαθοεργίας τὴν εἰλικρινῆ ἀγάπην διὰ παντὸς κτήσασαθε, σύνδεσμον οὖσαν τῆς
τελειότητος· πᾶσα γὰρ ἀρετὴ δι᾿ ἀγάπης καὶ ταπεινοφροσύνης τελειοῦται. καὶ ἡ μὲν
ταπεινοφροσύνη ὑψοῖ, ἡ δὲ ἀγάπη τοῦ ὕψους πεσεῖν οὐκ ἐᾷ. μείζων δὲ ἡ ἀγάπη τῆς
ταπεινοφροσύνης ἐστί· διὰ γὰρ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐταπείνωσεν ἑαυτὸν ὁ τοῦ θεοῦ
λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθ᾿ ἡμᾶς γενόμενος ἄνθρωπος. διὸ ὀφείλομεν
ἀδιαλείπτως ἐκ θελήματος αὐτῷ ἐξομολογεῖσθαι καὶ ὕμνους καὶ εὐχαριστίας
ἀναπέμπειν διὰ τὰς πρὸς αὐτὸν συνθήκας, καὶ μάλιστα ἡμεῖς οἱ πραγμάτων καὶ
φροντίδων ἀπηλλαγμένοι, καὶ δῶρα προσάγειν ὑπὲρ λύτρου τῶν ἡμῶν ἁμαρτιῶν τὴν τῆς
ψυχῆς καθαρότητα καὶ τὴν τοῦ σώματος ἁγνείαν καὶ εἰλικρινῆ ἀγάπην καὶ ὑπὲρ αὐτοῦ
καὶ τῆς αὐτοῦ εἰκόνος προθύμως θεῖναι τὴν ἑαυτῶν ψυχὴν καὶ ἐκχέειν τὸ ἴδιον αἷμα
καὶ μὴ προδοῦναι τὴν ἡμῶν ὀρθόδοξον καὶ ἀποστολικὴν καὶ καθολικὴν πίστιν.» ταῦτα
δὲ αὐτοῦ εἰπόντος, ἀπέλυσε πάντας.
[p. 122]
35. καὶ δὴ ἕωθεν
ἀνέρχεται πρὸς τὸν ἁγιώτατον πατριάρχην Μεθόδιον φαιδρῷ τῷ προσώπῳ, ὥστε
θεασάμενον αὐτὸν τὸν πατριάρχην εἰπεῖν πρὸς αὐτὸν· «τίς ἡ φαιδρότης τοῦ προσώπου
σου, τιμιώτατε πάτερ οὐδέποτε γάρ σε τοιοῦτον τεθέαμαι.» ἦν γὰρ ὁ ἅγιος ὠχρὸς τῇ
ὄψει ἐκ τῆς ἄγαν ἐγκρατείας καὶ ταπεινώσεως. ὁ δὲ πρὸς αὐτὸν πρὸς τὸ οὖς κατ᾿
ἰδίαν ἔφη· «καὶ γάρ, μακαριώτατε καὶ οἰκουμενικὲ διδάσκαλε, χαρῆναι καὶ
εὐφρανθῆναι δεῖ, ὅτι ὁ κύριός μου καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς προσκέκληκέ με τὸν
ἀνάξιον εἰς τὴν αὐτοῦ βασιλείαν.»
36. ὡς δὲ τούτων ἤκουσεν ὁ ἁγιώτατος
ἀρχιεπίσκοπος, λύπης ἐπληρώθη· πάνυ γὰρ ἠγάπα καὶ ἐσέβετο τὸν μακάριον. καὶ
λέγει αὐτῷ· «ἀπέλθωμεν δή, μακαριώτατε, πρὸς τοὺς ὀρθοδόξους ἡμῶν βασιλεῖς, ὅπως
καὶ αὐτοὶ ἐν ἀπολαύσει γένωνται τῶν ἁγίων εὐχῶν σου.» καὶ παραλαβὼν τοῦτον ὁ
ἁγιώτατος πατριάρχης καὶ πρὸς τὸν ὀρθόδοξον καὶ θεόστεπτον ἄνακτα Μιχαὴλ ἀνελθὼν
καὶ τὴν αὐτοῦ θεοφιλῆ μητέρα, Θεοδώραν λέγω τὴν ὀρθόδοξον καὶ μεγάλην
βασίλισσαν, καὶ τούτους ἀπολαβὼν κατ᾿ ἰδίαν, ὁ ἐν ἁγίοις πατριάρχης ἀπήγγειλεν
αὐτοῖς τὰ τοῦ πράγματος. οἱ δὲ πιστότατοι καὶ ὀρθόδοξοι βασιλεῖς προσκαλεσάμενοι
τὸν μακαριώτατον καὶ ἅγιον Μιχαὴλ πίπτουσιν εἰς τοὺς πόδας τοῦ σεβασμίου πατρός,
εὐχὴν αἰτοῦντες καὶ πρεσβείαν ποιεῖσθαι πρὸς τὸν τῶν ὅλων Θεὸν ὑπέρ τε αὐτῶν καὶ
τῆς οἰκουμενικῆς καταστάσεως. καὶ δὴ συνταξάμενος τούτοις ὁ μέγας Μιχαὴλ καὶ
τελευταῖον ἀσπασάμενος λέγει πρὸς αὐτούς· «σώζεσθε, ἐπίγειοι βασιλεῖς, σώζεσθε·
καὶ μὴ ἐπιλάθησθε τοῦ οὐρανίου βασιλέως Ἰησοῦ Χριστοῦ καὶ τὴν αὐτοῦ ἐκκλησίαν
ἀσφαλῶς ἐκ πάσης αἱρέσεως φυλάξατε καὶ τὴν αὐτοῦ εἰκόνα μηδ᾿ ὅλως ἀρνήσησθε.
ἰδοὺ τοῦτο θαρρῶν εἰς τὸν Χριστὸν καὶ Θεόν μου ὑμῖν λέγω, ὅτι τῆς ἐπουρανίου
βασιλείας σὺν πᾶσι τοῖς ἁγίοις ἀξιωθήσεσθε μετὰ Κωνσταντίνου τοῦ ἐν ἁγίοις καὶ
Θεοδοσίου καὶ Ἐλεσβοᾶ, τῶν χριστιανικωτάτων καὶ ὀρθοδόξων καὶ θεοστέπτων
βασιλέων, ὅτι ἀπεδώκατε τὸ ἴδιον κάλλος, τὴν τῶν εἰκόνων ἀνατύπωσιν, τῇ τοῦ Θεοῦ
νύμφῃ, τὴν καθολικήν φημι καὶ ἀποστολικὴν ἐκκλησίαν.» ταῦτα δὲ αὐτοῦ εἰπόντος,
ἀπέστη ἀπ᾿ αὐτῶν.
[p. 124]
κατελθόντων δὲ ἀμφοτέρων τοῦ τε πατριάρχου
καὶ τοῦ μεγάλου Μιχαὴλ ἐκ τῶν βασιλείων αὐλῶν, ὁ ἁγιώτατος πατριάρχης παρέλαβεν
αὐτὸν μετ᾿ αὐτοῦ καὶ ἀνῆλθον εἰς τὸ αὐτοῦ κελλίον. καὶ δὴ παρακαλεῖ αὐτὸν μεῖναι
σὺν αὐτῷ μέχρι τῆς ὡρισμένης αὐτῷ παρὰ θεοῦ τελευταίας ἡμέρας. ὁ δὲ ὅσιος πατὴρ
ἡμῶν, μὴ γινώσκων παρακούειν, εἶξεν τῇ αὐτοῦ παρακλήσει καὶ ἦν σὺν αὐτῷ
εὐφραινόμενος καὶ σχολάζων τῇ τε εὐχῇ καὶ νηστείᾳ καὶ ταῖς παννύχοις στάσεσί τε
καὶ ἀγρυπνίαις. Μετὰ δὲ πέντε ἡμέρας πρὸ τῆς αὐτοῦ τελευτῆς παρακαλεῖ τὸν
ἁγιώτατον καὶ οἰκουμενικὸν πατριάρχην Μεθόδιον ἀπολῦσαι αὐτὸν εἰς τὴν αὐτοῦ
μονὴν πρὸς τὸ τελειωθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ κελλίῳ. ὁ δὲ οὐκ ἐβούλετο τούτου
χωρισθῆναι, ἀλλ᾿ ἐδέετο αὐτοῦ τελειωθῆναι ἐν τῷ αὐτοῦ κελλίῳ ἐν τῷ πατριαρχείῳ.
ὁρῶν δὲ τὸν ἅγιον σφόδρα λυπούμενον καὶ ἀδημονοῦντα διὰ τὸ μὴ ἀπολύεσθαι αὐτὸν
παρ᾿ αὐτοῦ εἰς τὴν αὐτοῦ μονὴν καὶ μὴ θέλων λυπῆσαι αὐτόν, ἀπέστειλεν αὐτὸν μετὰ
πάσης δορυφορίας τοῦ αὐτοῦ εὐαγοῦς κλήρου.
37. εἰσελθόντος δὲ αὐτοῦ εἰς
τὴν αὐτοῦ μονήν, εἰσέρχεται ἐν τῷ ναῷ τοῦ ἁγίου ἱερομάρτυρος Ἀνθίμου. καὶ οἱονεὶ
συνταξάμενος αὐτῷ τῷ τοῦ Χριστοῦ μάρτυρι, ὁ τοῦ Χριστοῦ ὁμολογητὴς καὶ μάρτυς
κατέρχεται ἐν τῇ ἐκεῖσε λεγομένῃ Καταφυγῇ, ἐν ᾗ ἐναπόκεινται τὰ καλλίνικα καὶ
ἅγια λείψανα τῶν ἁγίων μαρτύρων Βάβυλα καὶ τῶν σὺν αὐτῷ ὀγδοήκοντα τεσσάρων
νηπίων. καὶ πεσὼν εἰς τὰς αὐτῶν ἁγίας θήκας ἱκέτευε τοὺς ἁγίους μάρτυρας
συνοδεῦσαι αὐτῷ ἐν τῇ ὁδῷ, ᾗ ἔμελλεν πορεύεσθαι, τηρῆσαι δὲ τὴν αὐτοῦ καὶ αὐτῶν
σεβασμίαν μονὴν ἄτρωτον ἐκ τῶν τοῦ πονηροῦ σκανδάλων ταῖς πρὸς θεὸν αὐτῶν
πρεσβείαις. συνταξάμενος δὲ τοὺς μάρτυρας ἐξῆλθε τοῦ ναοῦ καὶ ἀπέλυσε πάντας
τοὺς μετ᾿ αὐτοῦ ἐλθόντας κληρικοὺς τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ἀσπασάμενος
τούτους ἐν φιλήματι ἁγίῳ καὶ ἐπευξάμενος αὐτούς.
αὐτῶν δὲ ἐξελθόντων,
ἰδοὺ οἱ αὐτοῦ φοιτηταὶ ὑπήντησαν αὐτῷ μετὰ κηρῶν καὶ θυμιαμάτων, ψάλλοντες τὸ
«δόξα σοι, Χριστὲ ὁ θεός, ἀποστόλων καύχημα, μαρτύρων ἀγαλλίαμα» καὶ τὰ ἑξῆς.
καὶ ἀσπασάμενος τούτους ἔρχεται μετ᾿ αὐτῶν ἐν τῷ ναῷ τῶν ἁγίων τεσσαράκοντα
μαρτύρων. καὶ δὴ συνταξάμενος καὶ αὐτοὺς εἰσέρχεται
[p. 126] ἐν τοῖς σοροῖς
τῶν ἁγίων καὶ ὁμολογητῶν πατέρων ἡμῶν Γερμανοῦ καὶ Θεοφάνους καὶ πίπτει ἐπάνω
τῶν ἀυτῶν ἁγίων τύμβων εὐχόμενος μετὰ δακρύων καὶ λέγων· «ἰδού, ἅγιοι καὶ
ὁμολογηταὶ τοῦ Χριστοῦ καὶ θεοφόροι πατέρες, ἔρχομαι πρὸς ὑμᾶς κελεύσει θεοῦ,
σύγκοιτος ὑμῶν σωματικῶς γενησόμενος. δέομαι δὲ ὑμῶν, ἵνα καὶ συγχορευτὴς ὑμῶν
γένωμαι ἐν τῇ ἄνω Ἰερουσαλὴμ εὐχαῖς ὑμῶν.» συνταξάμενος δὲ καὶ αὐτοὺς
ὑποδείκνυσι τὸν τόπον, ἐν ᾧ ἔμελλε κατατίθεσθαι τὸ αὐτοῦ καρτερικὸν καὶ
ἀθλητικώτατον ἅγιον σῶμα. καὶ ἀνέρχεται ἐν τῷ αὐτοῦ κελλίῳ.
38. τῷ δὲ
σαββάτῳ ἤγουν τῇ ἐννεακαιδεκάτῃ τοῦ δεκεμβρίου μηνός, τῇ παραμονῇ τοῦ ἁγίου
ἱερομάρτυρος Ἰγνατίου, ἐκέλευσε παννύχιον ἀγρυπνίαν γενέσθαι ἐν τῷ αὐτοῦ
εὐκτηρίῳ οἴκῳ τῷ ὄντι ἐν τῷ ναῷ τοῦ ἁγίου ἱερομάρτυρος Ἀνθίμου. τούτου δὲ
γενομένου μετὰ τὰς ἑωθινὰς ὑμνωδίας ἀνέρχεται ἐν τῷ αὐτοῦ κελλίῳ καὶ
προσκαλεῖται τοὺς αὐτοῦ φοιτητὰς πολλοὺς ὄντας καὶ λέγει αὐτοῖς· «ἀπὸ τοῦ νῦν
ἄλλην ἀγρυπνίαν οὐ ποιῶ μεθ᾿ ὑμῶν ἐν τῷδε τῷ σαρκίῳ· ὡς γὰρ προεῖπον ὑμῖν, ὅτι
προσκέκληκέ με ὁ θεός.» τούτου λεχθέντος παρὰ τοῦ ἁγίου, ἤρξαντο θρηνεῖν καὶ
ὀλοφύρεσθαι πάντες, τὴν στέρησιν μὴ φέροντες τοῦ σεβασμίου πατρός. ὁ δὲ μέγας
τοῦ θεοῦ ἄνθρωπος σύνδακρυς γεγονὼς λέγει πρὸς αὐτούς· «ὑπομείνατε, ὦ πατέρες
καὶ ἀδελφοί, ὑπομείνατε ἐν τῷ τόπῳ τούτῳ, εὐχαρίστως τοὺς ἐπερχομένους ὑμῖν
πειρασμοὺς φέροντες ἄχρι τῆς τοῦ βίου τούτου ἐξόδου, καὶ ὑπήκοοι τὸ κατὰ δύναμιν
τοῖς μετ᾿ ἐμὲ γινομένοις ἡγουμένοις ὑμῖν γενήθητε. κἀγὼ δώσω λόγον τῷ θεῷ ὑπὲρ
ἡμῶν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐν ᾗ ἔρχεται ἀποδοῦναι ἑκάστῳ Ϡκατὰ τὰ ἔργα
αὐτοῦ.Ϡ» καὶ ταῦτα εἰπὼν καὶ τὸ τελευταῖον ἅπαντας ἀσπασάμενος, οὕτω τυποῖ τὰς
χεῖρας εἰς προσευχήν, κείμενος ἐν τῇ κλίνῃ. καὶ τὸ τελευταῖον «Ϡεἰς χεῖράς σουϠ»
λέξας «Ϡπαρατίθημι τὸ πνεῦμά μου,Ϡ» τετελείωται τῇ τετάρτῃ τοῦ Ἰανουαρίου μηνός.
39. εὔκαιρον δὲ καὶ ἐπὶ τοῦτο τὸ γραφικὸν ἐκεῖνο λόγιον φθέγξασθαι·
Ϡτίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.Ϡ τιμᾷ δὲ θαύματι
[p. 128]
τὴν αὐτοῦ τελευτὴν ὁ τῶν ὅλων θεός. μοναχὸς γάρ τις ἐκ τῆς αὐτοῦ ποίμνης ἔχων
πνεῦμα ἀκάθαρτον ἔτη πολλά (τίνος δὲ ἕνεκεν κρίματος οὐκ οἶδα· Ϡὁ θεὸς οἶδενϠ
κατὰ τὸν θεῖον ἀπόστολον) ἀπαλλαγῆναι τοῦ τοιούτου δαίμονος ἄχρι τῆς τοῦ δικαίου
τελευτῆς οὐ συνεχωρήθη, Ϡτοῦ θεοῦ τάχα κρεῖττόν τι προβλεψαμένου,Ϡ ὅπως τῇ τοῦ
δικαίου τελευτῇ καὶ οὗτος καθαρισθῇ, κἀκεῖνος μεγαλυνθῇ διὰ τῆς τοῦ θαύματος
ἐκπλήξεως. μετὰ γὰρ τὸ παραδοῦναι τὸν ὅσιον εἰς χεῖρας θεοῦ τὴν αὐτοῦ ἁγίαν
ψυχὴν ἀνακρᾶξαν τὸ ἀκάθαρτον πνεῦμα καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθεν ἀπ αὐτοῦ
ἀφανὲς γενόμενον τῇ τοῦ θεοῦ ἀοράτῳ δυνάμει.
ταῦτά μοι τοῦ ἐλαχίστου
τοῦδε πονήματος τὰ ἐκλεχθέντα παρὰ τῶν τοῦ ὁσίου ἀγχιστέων, γνωρίμων, συσσίτων,
ὁμορόφων καὶ φοιτητῶν, οὐ μὴν ἀλλὰ καὶ παρὰ τῶν τοῦ τυράννου συμμυστῶν τῶν ἀκμὴν
τῷδε τῷ βίῳ συστάντων. τί δὲ πρὸς σὲ φθέγξομαι, ὦ πάτερ ὁσιώτατε καὶ ἅγιε Μιχαήλ
ὑπὲρ γὰρ ἄνθρωπον ὑπάρχει σου τὸ τῆς ὁμολογίας καὶ τοῦ βίου διήγημα, ὧν καὶ τὸ
ἔργον ἐξαίρετον καὶ ὁ ἔπαινος ὑπὲρ ἄνθρωπον. ἀλλ᾿ ὦ θεοῦ μάρτυς, ὁ μόνος τὸν
δεσπότην Χριστὸν τῷ ὑπὲρ αὐτοῦ τῆς εἰκόνος πάθει καὶ τῇ τῆς ὁμολογίας παρρησίᾳ
μιμησάμενος, ὦ κοινὲ φύλαξ τοῦ γένους ἡμῶν, δαιμόνων ὀλοθρευτὰ καὶ ἁγίων εἰκόνων
προσκυνητά, ὦ νοσούντων ἰατρὲ καὶ χειμαζομένων ἀκύμαντον ὁρμητήριον, ὦ
πεπλανημένων ὁδηγὲ καὶ ὀρθοδόξων στήριγμα, φωστὴρ παγκόσμιε φωτίζων τὰς ψυχὰς τῇ
αἱρέσει ἐσκοτισμένας, ὦ ἀγγέλων συνόμιλε καὶ ἀρχαγγέλων συγχορευτὰ καὶ συνώνυμε,
ὦ τῆς ἁγίας τριάδος θεράπον καὶ ψυχῶν ἀνθρωπίνων ἱερουργὲ τῶν ἐν ἀληθινῇ πίστει
δεχομένων καὶ δοξαζόντων σου τὴν ἄθλησιν, καί, ἵνα συντόμως εἴπω, ὦ παντὸς
ὀνόματος ἀγαθοῦ καὶ πάσης πράξεως ὑπερεκτεινόμενε δίκαιε, ἀσκητῶν ἐγκαλλώπισμα,
ὁσίων ἐκλόγιον, μοναστῶν σύστημα, καθηγητῶν λαμπτήρ, ὑποτακτητῶν ἅμιλλα καὶ
μαρτύρων ὁμόστεφε πανάγιε Μιχαήλ, δέχου παρ᾿ ἐμοῦ τὸν λόγον ὡς θεοῦ λόγου
θεράπων, ἵνα ψυχῇ καὶ σώματι εὐεκτῶν καὶ ὑγιαίνων εὐχαριστίαν καὶ δόξαν ἀναπέμπω
Χριστῷ τῷ θεῷ ἡμῶν, τῷ σὲ ἐπαξίως δοξάσαντι· ᾧ πρέπει τιμὴ καὶ προσκύνησις, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************
http://www.phys.uoa.gr/~nektar/orthodoxy/agiologion/saints_08th-10th_centuries/022.htm